THE GREEK WAR OF INDEPENDENCE.

1. The physical features of Greece.

ἔστι μὲν ἡ Ἑλλὰς γῆ μικρὰ καὶ ὀρεινὴ (μόνη γὰρ ἡ Θεσσαλία οὐκ ὀρεινή ἐστιν), ἔχει δὲ δύο μοίρας· ἐν μέσῳ γὰρ αὐτῶν ἐστὶν ὁ Κορίνθιος κόλπος, καὶ στενός ἐστιν ὁ ἰσθμός. καὶ ἤπειρος μέν ἐστιν ἡ πρὸς Βορέαν μοῖρα, χερσόνησος δὲ ἡ πρὸς μεσημβρίαν· καὶ οἱ μὲν παλαιοὶ ὀνομάζουσι τὴν χερσόνησον Πελοπόννησον· ὁ γὰρ Πέλοψ ἐκ τῆς Ἀσίας πάλαι ἀφικόμενος πρὸς ἀνθρώπους ἀπόρους, ὡς γράφει ὁ Θουκυδίδης ὁ Ὀλόρου ἐν τῇ ξυγγραφῇ τοῦ πολέμου τῶν τε Ἀθηναίων καὶ τῶν Πελοποννησίων, διὰ τὸν πλοῦτον τιμὴν μεγίστην ἐνταῦθα προσλαμβάνει. οἱ δὲ νῦν ἐπιχώριοι ὀνομάζουσιν αὐτὴν Μορέαν· ἡ γὰρ ἰδέα τῆς χώρας ὁμοία ἐστὶ τῷ φύλλῳ τῆς μορέας.

μικροὶ δέ εἰσιν οἱ ποταμοὶ καὶ ἐν τῇ ἠπείρῳ καὶ ἐν τῇ Μορέᾳ πλὴν τοῦ Ἀχελῴου, ἐν δὲ τῇ χειμερινῇ ὥρᾳ διὰ τὸν ὑετὸν οὐ ῥᾳδίως διαβατοί· ὁ δὲ Ἀχελῷος οὐκ ἔστι μικρὸς καὶ τὰς πηγὰς ἔχει ἐν τοῖς λόφοις τῆς Ἀλβανίας καὶ ἐσπίπτει ἐς τὸν κόλπον τὸν Ἰόνιον καταντικρὺ τῆς Κεφαλληνίας.

φέρουσι δὲ ὁδοὶ διὰ τῶν λόφων ἐς τὴν μεσόγειαν ἀλλὰ φαῦλαί εἰσι καὶ χαλεπαί· ἔνεισι γὰρ ἐν τῇ χώρᾳ χαράδραι οὐκ ὀλίγαι, ὥστε οὐ ῥᾳδία ἐστὶν ἡ ἐπιμειξία τοῖς ἐν τῇ μεσογείᾳ καὶ τοῖς παραθαλασσίοις.

καὶ προσέτι νῆσοι εἰσὶν οὐκ ὀλίγαι μεταξὺ τῆς τε Εὐρώπης καὶ τῆς Ἀσίας. καὶ τῶν νήσων μεγίστη ἐστὶν ἡ Εὔβοια, ἐγγὺς τῆς Ἀττικῆς κειμένη. τῶν δὲ ἄλλων ὀνομαστόταταί εἰσιν ἥ τε Σάμος καὶ ἡ Χίος καὶ ἡ Λέσβος.

2. The inhabitants of Modern Greece.

κατὰ δὲ τὴν ἀρχὴν τοῦ πολέμου τοῦδε νέμουσι τὴν χώραν οἵ τε Τοῦρκοι (κύριοι γάρ εἰσι τῆς γῆς) καὶ οἱ ἀπόγονοι τῶν παλαιῶν Πελοποννησίων καὶ ξύμμεικτος ὄχλος τῶν ἐποίκων· καὶ οἱ πλεῖστοι τῶν ἐποίκων Ἀλβάνιοί εἰσι καὶ οἱ μὲν φίλοι εἰσὶ τῷ Ἑλληνικῷ δήμῳ, οἱ δὲ ξύμμαχοί εἰσι τῶν Τούρκων.

τῶν δὲ ἄλλων ἐπιχωρίων οἱ μὲν τὴν δίαιταν ἄγουσιν ἐν τῇ μεσογείᾳ κατὰ κώμας ἀτειχίστους καὶ γεωργοί εἰσι καὶ τὰ πρόβατα τρέφουσιν ἐν τοῖς λόφοις. οἱ δὲ κάτω θαλάσσιοί εἰσι καὶ ἔμποροι καὶ ἐκ τῆς θαλάσσης τὸν πλεῖστον τοῦ βίου λαμβάνουσιν, ὅθεν καὶ πλοῦτον οὐκ ὀλίγον ἔχουσι· καὶ ἡ παραθαλάσσιος πολυάνθρωπός ἐστι ναυτικῷ ὄχλῳ.

οἱ δὲ γεωργοὶ οἱ ἐν τῇ μεσογείᾳ ἄποροί εἰσιν· ἀναγκάζουσι γὰρ αὐτοὺς οἱ Τοῦρκοι τούς τε ἄλλους φόρους φέρειν καὶ τὴν δεκάτην τῶν ὡραίων, ὥστε οὐκ ὀλίγοι διὰ τὴν ἀπορίαν τῶν ἀναγκαίων λείπουσι τὰς κώμας καὶ ἀνόμως ἐν τοῖς λόφοις δι’ ἁρπαγῆς ἔχουσι τὴν τροφὴν ὥσπερ κλεπταί· ἁρπάζουσι γὰρ οὐ μόνον τὰ τῶν Τούρκων ἀλλὰ καὶ τὰ τῶν πρὶν φίλων. καὶ οὐ δεινός ἐστιν αὐτοῖς ὁ κίνδυνος οὐδὲ ὁ θάνατος. οὕτω δὴ πεῖραν λαμβάνουσι τοῦ πολέμου.

3. The causes of the War.

καὶ δύο αἰτίαι αἵδε μάλιστα αἰεὶ προάγουσι τοὺς ὑπηκόους ἐς τὸν πόλεμον ἥ τε ἐπιθυμία τῆς ἐλευθερίας καὶ ἡ τιμωρία τῶν ἀδικιῶν. τὴν γοῦν ἐπιθυμίαν τῆς ἐλευθερίας ἔχουσιν οἵ τε Πελοποννήσιοι καὶ οἱ νησιῶται καὶ ἤδη πρόθυμοί εἰσιν ὅπλα λαμβάνειν καὶ πρὸς τοὺς δεσπότας κινδυνεύειν διὰ τάδε· πρῶτον μὲν ἐν ὀλιγωρίᾳ ἔχουσι τοὺς Τούρκους καὶ νομίζουσιν ὅτι αὐτοὶ μὲν ξυνετοί εἰσι καὶ ἀνδρεῖοι καὶ ὅσιοι, τοὺς δὲ δεσπότας ἔχουσιν ἀξυνέτους καὶ ἀνάνδρους καὶ θεοῖς ἐχθρούς· ἀλλ’ οὐ προσήκει τοῖς ἀξυνέτοις ἄρχειν οὐδὲ τοῖς ξυνετοῖς ὑπακούειν, οὐδὲ ἄξιοι οἱ ἄτολμοί εἰσι δεσπόται εἶναι τῶν τολμηρῶν.

ἔπειτα ἄνομα μὲν καὶ ἄδικα αἰεὶ πάσχουσιν ὑπὸ τῶν Τούρκων, ἀδικούμενοι δὲ οὐχ οἷοί τ’ εἰσὶ δίκην λαμβάνειν παρὰ τῶν αἰτίων, ἀλλ’ ἀνάγκη ἐστὶ τὴν ἀδικίαν ὑπομένειν· καὶ γὰρ τοῖς κριταῖς οὐδὲν μέλει οὔτε τῶν νόμων οὔτε τοῦ δικαίου, ἀλλὰ μετὰ δώρων τὰς δίκας κρίνουσιν. ἀτιμώρητοι οὖν ἔτι πάσχουσιν οἱ ὑπήκοοι ἀλλ’ οὐκ ἀνέλπιστοί εἰσι τῆς τιμωρίας· ἔμπειροι μὲν γὰρ τῆς λῃστείας εἰσὶν οἱ ναῦται, ἔμπειροι δὲ τῶν ὅπλων καὶ τῶν μαχῶν οἱ κλεπταὶ οἱ ἐν τοῖς λόφοις· καὶ προσέτι νομίζουσιν ὅτι οἱ Ῥῶσσοι μέλλουσι βοήθειαν αὐτοῖς παρέχειν. οὕτω μὲν δὴ ἐν παρασκευῇ εἰσι τοῦ πολέμου οἵ τε νησιῶται καὶ οἱ ἠπειρῶται.

ἄξιος δὲ μνήμης ἐστὶν ὁ πόλεμος ὅδε· καὶ γὰρ ξυμβαίνουσιν ἐν αὐτῷ καὶ ναυμαχίαι καὶ πεζομαχίαι καὶ προδοσίαι καὶ ξυμφοραὶ παντοῖαι καὶ ἔργα ἀξιόλογα ὧν τὰ μὲν τὴν μεγίστην αἰσχύνην φέρει τοῖς τε Τούρκοις καὶ τοῖς ὑπηκόοις, ἐκ δὲ τῶν καὶ ἀθάνατον δόξαν λαμβάνουσιν ἑκάτεροι.

4. The Philike Hetairia.

ἐνῆσαν δὲ κατὰ τὸν χρόνον τόνδε ἐν τῇ Ὀδησσῷ, Ῥωσσικῷ ἐμπορίῳ, ἔμποροι Ἑλληνικοὶ οὐκ ὀλίγοι καὶ ἐν τῷ Βυζαντίῳ καὶ ἐν ἄλλοις χωρίοις τοῖς παρὰ τὸν Εὔξεινον πόντον· καὶ ἐκ τῆς ἐμπορίας πλούσιοι ἦσαν καὶ οὐκ ἀδύνατοι. καὶ ξυνωμόται γενόμενοι (χαλεπώς γὰρ ἔφερον τὴν τῶν Τούρκων ἀρχὴν) ἀποστόλους λάθρα ἔπεμπον ἐς τὴν Πελοπόννησον καὶ ἄλλοσε, καὶ ὅσους ἔπειθον ξυνάγουσιν ἐς τὴν ξυνωμοσίαν, ὥστε μετέχουσιν αὐτῆς οὐ μόνον οἱ κατ’ ἤπειρον ἀλλὰ καὶ οἱ πλεῖστοι τῶν ἀξιολόγων πολιτῶν καὶ ἐν τῇ Μορέᾳ καὶ ἐν ταῖς νήσοις· καὶ τοὺς ἐν τῇ ξυνωμοσίᾳ ὀνομάζουσι τὴν Φιλικὴν Ἑταιρίαν.

τῶν δ’ Ἑταιριστῶν οἱ μὲν τότε ἐβούλευον ὅτι οὐκέτι χρὴ διατρίβειν, ἀλλὰ εὐθὺς τὸ μὲν Βυζάντιον κατακαίειν καὶ τὸν Σουλτάνον κτείνειν, τὴν δὲ ἐλευθερίαν καὶ τὴν παλαιὰν ἀρχὴν τῷ Ἑλληνικῷ δήμῳ ἀναλαμβάνειν. τοῖς δ’ αὖ προστάταις τῆς ξυνωμοσίας μᾶλλον ἢν γνώμη πρῶτον μὲν τοὺς ἐν τῇ Μολδοβλαχίᾳ ἐξάγειν ἐς τὸν πόλεμον, ἔπειτα καὶ τοὺς ἐν τῇ Πελοποννήσῳ.

ἔστι δ’ ἡ Μολδοβλαχία ὅμορος τῇ τε Ῥωσσίᾳ καὶ τῇ Αὐστρίᾳ καὶ τῇ Βουλγαρίᾳ, καὶ ὁρίζει μὲν αὐτὴν πρὸς τὴν μεσημβρίαν ὁ Ἴστρος ποταμός, ὁρίζει δὲ πρὸς Βορέαν τὰ Καρπάθια. οἱ δὲ ἐπιχώριοι τῆς τε Μολδαυίας καὶ τῆς Βλαχίας ὑπήκοοι ἦσαν τῶν Τούρκων καὶ φόρον αὐτοῖς κατ’ ἐνιαυτὸν ἔφερον, ἀλλ’ οὐκ ἐνῆσαν ἐν τῇ χώρᾳ στρατιῶται Τουρκικοὶ πλὴν ὀλίγων, (οὐ γὰρ νόμιμον ἦν κατὰ τὰς ξυνθήκας, ἀλλὰ διέπεμπεν ὁ Σουλτάνος ὑπάρχους Χριστιανοὺς καὶ φρουροὺς Ἑλληνικοὺς καὶ Ἀλβανίους, καὶ δι’ αὐτῶν ἄρχουσι τῆς γῆς οἱ Τοῦρκοι.

οἱ δ’ οὖν Μολδοβλαχιοι ἑτοῖμοι ἦσαν (οὕτω γὰρ ἐμάνθανον παρὰ τῶν ἀγγέλων οἱ ξυνωμόται) ὅπλα λαμβάνειν καὶ ὑπὲρ τῆς ἐλευθερίας κινδυνεύειν. κρύφα οὖν ἐπόριζον οἱ Ἑταιρισταὶ τό τε ἀργύριον καὶ τὰ ὅπλα πρὸς τὸν πόλεμον καὶ ἐκέλευον τοὺς φίλους τοὺς ἐν τῇ Μολδοβλαχίᾳ ἁθροίζειν στρατιώτας καὶ τὰ ἄλλα παρασκευάζειν. καὶ μάλιστα ἔπρασσον πρὸς τὸν Θεόδωρον καὶ τὸν Γεωργάκην καὶ τὸν Καραβιᾶν· ὅμως δὲ διὰ προδοτῶν ἔμαθον οἱ Τοῦρκοι τὰ περὶ τῆς ξυνωμοσίας.

5. Hypsilantes crosses the Pruth, 6th March, 1821.

καὶ ἐπειδὴ ἦλθεν ἡ ἀγγελία ὅτι πάντα τὰ ἐν τῇ Μολδοβλαχίᾳ ἑτοῖμα αὐτοῖς ἐστὶ, τὸν Ὑψιλάντην στρατηγὸν προστάξαντες οἱ Ἑταιρισταὶ ἤγγελλον τῷ Γεωργάκῃ καὶ τοῖς ἄλλοις ὅτι χρὴ πάντας ὅσοι μέτοχοί εἰσι τῆς ξυνωμοσίας εὐθὺς ἐν ὅπλοις παρεῖναι. ἦν δ’ ὁ Ὑψιλάντης υἱὸς τοῦ πρὶν ὑπάρχου τῆς Μολδοβλαχίας ὃς ὑπὸ τῶν Τούρκων ἐπὶ προδοσίᾳ ἀπέθανε, καὶ στρατιώτης μὲν ἀνδρεῖος ἦν καὶ τολμηρὸς ἐν μάχῃ, ἐν δὲ στρατηγίᾳ ἄτολμος καὶ ἄπειρος.

διαβὰς δ’ οὖν τὸν Προῦθον ποταμὸν καὶ στρατεύσας ἐς Ἰάσιον μετὰ στρατιωτῶν ἐς διακοσίους καθ’ ἡσυχίαν ἐσῆλθεν· ἤδη γὰρ οἱ ἐν τῇ ξυνωμοσίᾳ τοὺς φρουρούς (ἦσαν δὲ τεσσαράκοντα αὐτῶν) δήσαντες ὁμήρους ἔλαβον καὶ τοὺς ἐμπόρους τοὺς Τουρκικοὺς δεσμοῖς ἐφύλασσον πλὴν ὅσοι ἀπέφυγον. κηρύξας οὖν ὁ Ὑψιλάντης ὅτι ἐπ’ ἐλευθερίᾳ τῶν ἐπιχωρίων ἥκει καὶ ὅτι ὁ τῆς Ῥωσσίας τύραννος μέλλει βοήθειαν αὐτῷ παρέχειν, ἄλλως διέτριβεν ἐν τῷ Ἰασίῳ· οὔτε γὰρ τὸ Γαλάτσιον κατέλαβεν οὔτε τὰ ἄλλα χωρία τὰ ἐν τοῖς μεθορίοις, οὐδὲ τοὺς ναύτας ἤθροιζεν ὧν οὐκ ὀλίγος ἦν ὁ ἀριθμὸς ἐν τῷ Γαλατσίῳ καὶ δι’ αὐτῶν ῥᾴδιον ἦν τόν τε ποταμὸν καὶ τοὺς πόρους φυλάσσειν.

οἱ δ’ ἐπιχώριοι, ὡς εἶδον τήν τε ἀξυνεσίαν τοῦ στρατηγοῦ καὶ τὴν ἀπειρίαν, ὕποπτοι γενόμενοι οὐχ ὑπήκουον τῷ Ὑψιλάντῃ οὐδὲ ἤθελον ὅπλα αἴρειν, ἐνόμιζόν τε ὅτι οὐ μέλλει αὐτοῖς τὴν ἐλευθερίαν παρέχειν ἀλλὰ μᾶλλον δεσποτῶν μεταβολήν· καὶ ἅμα ἦλθον ἄγγελοι ἐκ τοῦ Γαλατσίου οἳ ἀπαγγέλλουσιν ὅτι ὁ Καραβιᾶς μετὰ τῶν ἄλλων Ἑταιριστῶν φονεύουσι τοὺς ἐκεῖ Τούρκους καὶ τὰ τῶν ἐμπόρων ἁρπάζουσι καὶ τὰς οἰκίας κατακαίουσι. καὶ οἱ ἐν τῷ Ἰασίῳ στρατιῶται ἀκούσαντες καὶ αὐτοὶ τὸ αὐτὸ ἔπρασσον· εὐθὺς γὰρ ἐξήγαγον τοὺς δεσμώτας, οὓς ἐν δεσμωτηρίῳ ἐφύλασσον, καὶ ἐφόνευον καὶ τὰς οἰκίας αὐτῶν ἥρπαζον· καὶ οἱ μὲν ταξίαρχοι καὶ οἱ ἐπιχώριοι ἐκώλυον αὐτοὺς, ὁ δὲ Ὑψιλάντης οὐ μόνον πάντα περιεῖδεν, ἀλλὰ καὶ στρατηγὸν προστάσσει τὸν Καραβιᾶν ὃς μάλιστα αἴτιος ἦν τῆς ἀδικίας.

6. The Insurgents concentrate at Bukharest.

καὶ μετὰ ἡμέρας τινὰς προύβαινεν ὁ Ὑψιλάντης ἐς τὸ Βουκουρέστιον ἐν ᾧ ἐνῆν ὁ Γεωργάκης ὁ φρούραρχος μετὰ στρατιωτῶν τινῶν οἱ φρουροὶ ἦσαν τοῦ χωρίου· καὶ πιστὸς ἦν ὁ Γεωργάκης εἴ τις καὶ ἄλλος τῶν ἐν τῇ ξυνωμοσίᾳ καὶ ἀνδρεῖος ἅμα καὶ ἀνάξιος τῆς ξυμφοράς ἡ ὕστερον προσέπεσεν αὐτῷ· παρῆσαν δὲ καὶ ὁ Θεόδωρος ὁ προστάτης τῶν ἐπιχωρίων καὶ οὐκ ὀλίγοι τῶν ἐκ τῆς περιοικίδος χάριτι γὰρ αὐτοὺς ξυνήγαγεν ὁ Θεόδωρος· ἔλεγε γὰρ ὅτι ἐν ἐλπίδι ἐστὶ τὴν τυραννίδα των Τούρκων καταλύειν καὶ τῇ πατρίδι τὴν ἐλευθερίαν ἀναλαβεῖν.

πάντες οὖν ἐν τῷ αὐτῷ χωρίῳ στρατόπεδον κατέλαβον· καὶ ἤδη ἐν παντὶ δὴ ἀταξίας καὶ ὑποψίας ἦσαν οἵ τε στρατιῶται καὶ οἱ πολῖται· οἱ μὲν γὰρ στρατιῶται ἥρπαζον τὰ τῶν πολιτῶν καὶ ἄτακτοι ἦσαν· οὐ γὰρ μισθὸν παρεῖχεν αὐτοῖς ὁ Ὑψιλάντης· οἱ δὲ ταξίαρχοι διάφοροι γενόμενοι ἐν ἔριδι ἦσαν καὶ ὑπώπτευον ἀλλήλους· τοῦ δὲ Ὑψιλάντου οὔτε οἱ ταξίαρχοι ὑπήκουον οὔτε οἱ στρατιῶται. ἦσαν δὲ φυγάδες τινὲς ἐκ τῆς Ἑλλάδος οἳ αἰεὶ εὔτακτοι ἦσαν καὶ οὐ μετεῖχον τῆς ἁρπαγῆς· καὶ ἐσέγραφεν αὐτοὺς ὁ Ὑψιλάντης (λογάδες γὰρ ἦσαν καὶ μάχιμοι) ἐς λόχον τινὰ ὃν ὠνόμαζε τον ἱερὸν λόχον. καὶ ἐπὶ τῶν πίλων τὴν ἐπιγραφὴν εἶχον τήνδε «Ἐλευθερία ἢ θάνατος».

7. Treachery of Theodore Vladimiresko.

καὶ ἐπειδὴ οὕτως εἶχε τὰ ἐν τῷ στρατοπέδῳ, ἀγγελίαι τινὲς δειναὶ ἦλθον τῷ Ὑψιλάντῃ καὶ ἐκ τῆς Ῥωσσίας καὶ ἐκ τοῦ Βυζαντίου· ὁ μὲν γὰρ τύραννος τῆς Ῥωσσίας περὶ τῆς στρατείας ἀκούσας εὐθὺς ὑπ’ ὀργῆς (κρύφα γὰρ αὐτοῦ ἔπρασσον οἱ Ἑταιρισταὶ) ἐκήρυσσεν ὅτι οὔτε ξυμπράσσει τῷ Ὑψιλάντῃ οὔτε μέλλει βοηθεῖν. ἅμα δὲ οἱ Τοῦρκοι τὸν Ἴστρον στρατιᾷ διαβάντες ἤδη ἐν ὁδῷ ἦσαν. ἀκούσαντες γὰρ ὅσα οἱ ἐν τῷ Γαλατσίῳ ἔπαθον ὑπὸ τοῦ Καραβιοῦ πρόθυμοι ἦσαν τὴν τιμωρίαν τῶν ἀδικησάντων ἀναλαμβάνειν.

καὶ ὁ Ὑψιλάντης, ἐπειδὴ οἱ ἄγγελοι αὐτῷ ἦλθον, οὐκέτι κατὰ χώραν ἔμενεν ἀλλὰ γνώμην εἶχε χωρεῖν ἐς τὸν Τυργόβιστον καὶ τειχίζειν τὸ χωρίον· εὐτείχιστον γὰρ ἦν· ὁ δὲ Θεόδωρος καὶ οἱ μετ’ αὐτοῦ πρῶτον μὲν οὐκ ἀκολουθοῦσιν, ἀλλὰ στρατόπεδον κατέλαβον ἐγγὺς κώμης τινὸς ἣ ἀπέχει τοῦ Βουκουρεστίου εἴκοσι καὶ πέντε σταδίους. ἐπειδὴ δὲ οἱ Τοῦρκοι τό τε Γαλάτσιον ἀμαχεὶ εἷλον καὶ τὸ Ἰάσιον καὶ ἤδη προχωροῦσιν ἐς τὸ Βουκουρέστιον, ὑποχωρεῖ ὁ Θεόδωρος ἐς χωρίον τι ὃ καλοῦσι Γολέστιον.

καὶ ἤδη πᾶσι δῆλον ἦν ὅτι προδότης ἐστὶν ὁ Θεόδωρος καὶ οὐ προθύμως ξυμπράσσει τοῖς μεθ’ Ὑψιλάντου ἀλλὰ μᾶλλον ἐθέλει αὐτομολεῖν πρὸς τοὺς Τούρκους καὶ αὐτὸς παρ’ αὐτῶν τὴν ἀρχὴν τῆς Βλαχίας λαβεῖν ὡς μισθὸν τῆς προδοσίας· καὶ γὰρ ὁ Ὑψιλάντης ξυνέλαβεν ἄγγελόν τινα ὃς ἔφερεν ἐπιστολὴν παρὰ τοῦ Θεοδώρου πρὸς τοὺς πολεμίους, ἐν ᾗ γνώμην προύφερεν ἐν καιρῷ ἀυτομολίᾳ χωρεῖν πρὸς αὐτοὺς ὥστε τὴν ἀρχὴν ἰδίᾳ ἔχειν.

8. Retreat to Dragashan.

ἐπειδὴ οὖν ἐς τὸ Γολέστιον ὁ Θεόδωρος ἦλθεν, ὅ τε Γεωργάκης καὶ ἄλλοι τινὲς ταξίαρχοι ἀφικόμενοι προσεκάλουν αὐτὸν ἐς ξύλλογον· καὶ ἐν τῷ ξυλλόγῳ ὁ Γεωργάκης ἐκέλευε τοὺς ἄλλους ἀπάγειν τὸν προδότην· ἄπιστον γὰρ εἶναι καὶ ἄξιον θανάτου. ξυνέλαβον οὖν αὐτὸν καὶ ἀπήγαγον ἐς τὸ στρατόπεδον τοῦ Ὑψιλάντου· καὶ μετ’ ὀλίγον χρόνον ὑπὸ τοῦ Καραβιοῦ ἐν δεινῷ τινὶ τρόπῳ ἀπέθανεν ἄκριτος. τῶν δὲ στρατιωτῶν ὅσοι αὐτῷ ξυνηκολούθουν, οἱ μὲν πρὸς τοὺς Τούρκους προσεχώρουν αὐτόμολοι, οἱ δὲ ἄλλοι κατὰ χώραν ἔμενον καὶ ξυνεμάχουν τοῖς μεθ’ Ὑψιλάντου.

καὶ ἐν τῷ Τυργοβίστῳ, ὥσπερ καὶ ἐν τῷ Βουκουρεστίῳ, ἄτακτοι ἦσαν οἱ στρατιῶται καὶ διὰ τὴν ἀπορίαν τῶν ἐπιτηδείων ἥρπαζον πάντα τὰ τῶν πολιτῶν, ἐπειδὴ δὲ οἱ Τοῦρκοι ἐγγὺς προσεχώρουν, ὁ Ὑψιλάντης μετὰ ἀκροβολισμούς τινας, ἐν οἷς ἐκράτουν οἱ πολέμιοι, ὑπεχώρει πρὸς τὰ μεθόρια τῆς Αὐστρίας· ἐνόμιζε γὰρ ὅτι οἱ Τοῦρκοι μέλλουσιν ἐν μέσῳ ἀπολαμβάνειν αὐτὸν καὶ ἅμα οἱ μετ’ αὐτοῦ οὐκ ἀξιόμαχοί εἰσιν.

χαλεπῶς οὖν καὶ ἐν ὑετῷ χωρήσαντες οἱ στρατιῶται προσῆλθον ἐς κώμην τινὰ ἀτείχιστον, ἣν καλοῦσι Δραγασάνιον, καὶ παρὰ τῶν κατασκόπων ἔμαθον ὅτι ἐν αὐτῇ φρουρά τις Τουρκικὴ ἔνεστιν ἐς ὀκτακοσίους τινάς. ἐδόκει οὖν τῷ Γεωργάκη (ἐστρατήγει γὰρ τῶν πρόσθεν) τήνδε τὴν ἡμέραν ἡσυχάζειν (ἐταλαιπώρουν γὰρ οἱ στρατιῶται), κύκλῳ δὲ περιπέμπει οὐκ ὀλίγον ἀριθμὸν τῶν ὁπλιτῶν καὶ κατὰ νώτου τῶν πολεμίων τάσσει ἐν τῇ ὁδῷ ἣ πρὸς τὴν Κραϊόβαν φέρει, ὥστε ἀπολαμβάνειν τοὺς φρουροὺς καὶ κωλύειν αὐτοὺς ὑποφεύγειν· οὕτω γὰρ ἅπαντας ἔμελλον ἀποκτείνειν. καὶ γὰρ ὄπισθεν τῆς κώμης ἦν λίμνη ἡ διὰ τὸν ὑετὸν οὐ ῥᾳδίως διαβατὴ ἦν, ἔρρει δὲ ποταμὸς μεταξὺ τῶν Τούρκων καὶ τῶν ἐναντίων.

στρατόπεδον οὖν κατέλαβον ὅ τε Γεωργάκης καὶ ὁ Καραβιᾶς ἐγγὺς τῆς κώμης, ὁ δὲ Ὑψιλάντης καὶ οἱ κατόπιν ἡσύχαζον ἐν χωρίῳ ἐπιτηδείῳ ὃ ἀπεῖχε τοῦ Δραγασανίου στάδια πεντήκοντα.

9. Battle of Dragashan, 19th June, 1821.

οἱ μὲν οὖν ἄλλοι κατὰ χώραν ἔμενον, ὁ δὲ Καραβιᾶς διὰ τὴν ἀξυνεσίαν πάντα ἔφθειρεν· ἤθελε γὰρ τὴν δόξαν τῆς νίκης τοῖς μετ’ αὐτοῦ εἶναι. καὶ ἅμα τῇ ἑσπέρα μηχανάς τινας παρέλαβε κρύφα τοῦ Γεωργάκου καὶ μετὰ τῆς ἵππου, ἧς ἐστρατήγει, τὴν γέφυραν διαβὰς ἐς τὸ Δραγασάνιον προῆλθε καὶ προσέπεσε τοῖς Τούρκοις· καὶ ὁ ἱερὸς λόχος, ἐπειδὴ αὐτὸν εἶδον προχωρήσαντα, καὶ αὐτοὶ ἐς τὸ ἔργον ἐχώρουν καὶ θυμῷ καὶ ῥώμῃ ἐσῆλθον ἐς τὴν κώμην.

πρῶτον μὲν οὖν ἐφόβουν τοὺς Τούρκους καὶ θόρυβον παρεῖχον ὥστε ἔμελλον τήν τε κώμην ἐκλείπειν καὶ διὰ τῆς λίμνης ὑποφεύγειν· ἠγνόουν γὰρ ὅτι κατὰ νώτου ἤδη εἰσὶν οἱ ὁπλῖται. ἔπειτα μέντοι αἰσθόμενοι ὅτι ὀλίγοι εἰσὶν οἱ μετὰ Καραβιοῦ καὶ ὅτι οὔτε οἱ ἄλλοι στρατιῶται προσβοηθοῦσιν οὔτε αἱ μηχαναὶ δειναί εἰσι (ἄπειροι γὰρ ἦσαν οἱ ἐπὶ ταῖς μηχαναῖς) δρόμῳ προσέβαλον τοῖς ἐναντίοις ἁθρόοι καὶ ἔτρεπον καὶ τὰς μηχανὰς εἷλον καὶ τὸν ἱερὸν λόχον ἐκράτουν καὶ πάντας, ὡς εἰπεῖν, ἀπέκτεινον ἀνδρείως μαχομένους· οἱ γὰρ μετὰ Καραβιοῦ, ἐπειδὴ εἶδον τὰ γενόμενα, οὐχ ὑπέμενον ἀλλ’ ἀτάκτως ἀπέφυγον ἐς τὸ στρατόπεδον.

10. Flight of Hypsilantes.

ὁ δὲ Γεωργάκης ἐπειδὴ ταῦτα ἔμαθεν, εὐθὺς μεθ’ ἑκατὸν στρατιωτῶν οἳ ἔτυχον ἐγγὺς παραστάντες, ἐπεβοήθει καὶ οὕτω τολμηρῶς προσέβαλε τοῖς Τούρκοις ὥστε ἀνέλαβε δύο τῶν μηχανῶν καὶ, ὅσοι ὑπόλοιποι ἦσαν τοῦ ἱεροῦ λόχου, ἔσῳζε· καὶ μετὰ τοῦτο ἐδόκει ἀναχωρεῖν ἐς τὸ στρατόπεδον· ὀλίγοι γὰρ ἦσαν οἱ μετ’ αὐτοῦ καὶ οὐκέτι οἷοί τ’ ἦσαν τοῖς πολεμίοις ἀντέχειν. οἱ δὲ οὐκ ἐπιδιώκουσιν (ὀψὲ γὰρ τῆς ἡμέρας ἤδη ἦν) ἀλλὰ ἐς τὴν κώμην ἀνῆλθον.

τῷ δὲ Ὑψιλάντῃ, ἐπειδὴ ἦλθεν ἡ ἀγγελία ταύτης τῆς μάχης, ἀθυμία ἐνέπεσε καὶ μᾶλλον ἢ πρότερον ἐπεθύμει ἐκφεύγειν· καὶ τῇ ὑστεραίᾳ μετ’ ὀλίγων στρατιωτῶν καὶ ταξιάρχων λάθρᾳ ἀπὸ τοῦ στρατοπέδου ἔφυγεν ἐς τὰ μεθόρια, καὶ κηρύξας ὅτι διὰ τήν τε ἀπιστίαν τῶν ἄλλων στρατηγῶν καὶ τὴν ἀταξίαν τῶν στρατιωτῶν οὐκέτι ἐλπὶς ἔστι τῆς νίκης, διαβαίνει ἐκ τῆς Μολδοβλαχίας ἐς τὴν Αὐστρίαν. καὶ μετὰ ταῦτα ἐς δεσμωτήριον ἐσπίπτει (αἱ γὰρ ἀρχαὶ αἱ Αὐστρικαὶ ξυνέλαβον αὐτόν τε καὶ τοὺς ἄλλους) καὶ ὕστερον χρόνῳ ἀπέθανε νόσῳ ἐν τῇ Βιέννῃ.

καὶ ἐπειδὴ ἔφυγεν ὁ Ὑψιλάντης, οἱ ἄλλοι στρατηγοὶ καὶ ταξιάρχοι ἐν κινδύνῳ ἦσαν καὶ ἀπορίᾳ πάντων· τῶν γὰρ στρατιωτῶν οἱ μὲν ηὐτομόλουν οἱ δὲ ἐπ’ οἴκου ἀνεχώρουν, οἱ δὲ ἄλλοι οὐκ ἀξιόμαχοι ἐδόκουν εἶναι. καὶ τῷ μὲν Καραβιᾷ καὶ ἄλλοις τισὶν οὐκέτι ἐδόκει ἐν τῇ Μολδοβλαχίᾳ μένειν ἀλλὰ καταφυγήν τινα εὑρεῖν· κατέφυγον οὖν οὗτοι ἐς τὴν Τρανσιλβανίαν.

11. Bravery of Albanians at Skuleni, 29th June, 1821.

τῷ δὲ Γεωργάκῃ καὶ τοῖς πλείστοις τῶν ταξιάρχων οὐκ ἐδόκει ταῦτα ποιεῖν· οὔτε γὰρ ἤθελον τοὺς στρατιώτας, ὅσοι ὑπόλοιποι ἦσαν, ἀπολείπειν οὔτε τῷ Ὑψιλάντῃ ἀκολουθεῖν ἀλλὰ γνώμην εἶχον διαφέρειν τὸν πόλεμον· οὐ γὰρ διὰ τὴν τοῦ Ὑψιλάντου παρουσίαν ἀλλὰ δι’ οἰκείαν ἀρετὴν ὑπὲρ τῆς ἐλευθερίας ὅπλα λαβεῖν.

ἐβούλευον οὖν ἀπὸ τῶν λόφων ὥσπερ κλεπταὶ πολεμεῖν. καὶ περὶ μὲν τῶν ἄλλων ὅσα ἔπαθον ὑπὸ τῶν Τούρκων οὐ μέλλω γράφειν, περὶ δὲ τοῦ Γεωργάκου καὶ τῶν ἐν Σκουλενίῳ Ἀλβανίων ἄξια μνήμης ἐστὶ τάδε· οἱ μὲν ἐν Μολδοβλαχίᾳ Ἀλβάνιοι ἐς τετρακοσίους, ὡς οὐκ ἤθελον ἐκ τοῦ ἀγῶνος ἀπολείπειν ἄνευ μάχης, πρὸς τὸ Σκουλένιον ἐχώρουν καὶ ξύλα κύκλῳ περιέβαλλον ὥστε τειχίζειν τὸ χωρίον· ἀτείχιστον γὰρ ἦν. καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐπῆλθεν ὁ τῶν Τούρκων στρατός· ταύτην μὲν οὖν τὴν ἡμέραν μετὰ προθυμίας προσέβαλλον τῷ χωρίῳ, οἱ δὲ Ἀλβάνιοι καὶ οἱ ἄλλοι οἰκήτορες ἀντεῖχον· τῇ δὲ ὑστεραίᾳ (οὐκέτι γὰρ ὑπόλοιποι ἦσαν τῶν τετρακοσίων πλέον ἢ διακόσιοι καὶ κατέπεσεν ἤδη τὰ ξύλα) οἱ Τοῦρκοι βίᾳ ἐσῆλθον καὶ τοὺς φύλακας ἐφόνευον· οἱ μὲν οὖν πλεῖστοι ἐνταῦθα ἀπέθανον ἀνδρείως μαχόμενοι, ὀλίγοι δέ τινες ἔφυγον ἐς τὸν Προῦθον ποταμὸν, ὃς παρὰ τὸ Σκουλένιον ῥεῖ, καὶ ἐς τὰ ἐπὶ θάτερα του ποταμοῦ ἔνεον· οὕτω δὴ ἐν γῇ ἀλλοτρίᾳ καταφυγὴ ὑπῆρχεν αὐτοῖς.

12. Death of Georgaki, November, 1821.

ὁ δὲ Γεωργάκης μετὰ Φαρμάκου, ὃς ἡγεμὼν ἦν τῶν Μακεδόνων, γνώμην εἶχεν ἐς τὸ Γαλάτσιον βαίνειν καὶ ἐκεῖθεν πρὸς λιμένα τινὰ Ἑλληνικὸν πλεῖν καὶ μετέχειν τοῦ ἐν τῇ Ἑλλάδι ἀγῶνος· ἤδη γὰρ ἦρχον τοῦ πολέμου οἱ ἐν τῇ Πελοποννήσῳ. καὶ ἐπὶ μὲν δύο μῆνας οἱ Τοῦρκοι ἐπεδίωκον αὐτοὺς ἐν τοῖς λόφοις ἀλλ’ οὐχ οἷοί τ’ ἦσαν εὑρεῖν· διὰ φιλίαν γὰρ οἱ οἰκήτορες ἔκρυπτον αὐτούς. τέλος δὲ (ὁ γὰρ Γεωργάκης νόσῳ ἐταλαιπώρει) κατέφυγον ἐς μοναστήριόν τι.

οἱ δὲ Τοῦρκοι, ἐπειδὴ ταῦτα παρὰ αὐτομόλου τινὸς ἔμαθον, πάσας τὰς ἐφόδους νυκτὸς κατέλαβον· καὶ τῇ ὑστεραίᾳ πανταχόθεν προσέβαλον τῷ μοναστηρίῳ ἀλλ’ οὐχ οἷοί τ’ ἦσαν ἑλεῖν. καὶ κήρυκα προύπεμπον καὶ ἤθελον ἄδειαν ποιεῖν τῷ τε Γεωργάκῃ καὶ ὅσοι ἄλλοι παρῆσαν. ὁ δὲ Γεωργάκης οὔτε τοῖς λόγοις ἐπίστευεν οὔτε ἤθελεν εἴκειν τοῖς πολεμίοις.

τῇ δ’ ὑστεραίᾳ αὖθις προσέβαλον οἱ Τοῦρκοι καὶ ἐκράτουν τῶν πυλῶν ὥστε οὐκέτι ἦν ἐλπὶς τῆς σωτηρίας τοῖς ἔνδον. καὶ ὁ Γεωργάκης, ἐπειδὴ εἶδε τὰ γενόμενα, εὐθὺς ἐσῆλθεν ἐς τὸν πύργον τοῦ μοναστηρίου, ἐν ᾧ εὐπορία ἦν τῆς πυρίτιδος καὶ, ἐπειδὴ ἐς αὐτὸν ἐσέδραμον οἱ πολέμιοι, ἐμπρήσας ἀπέθανε καὶ τῶν Τούρκων οὐκ ὀλίγοι ξυναπέθανον.

οὕτω μὲν δὴ ἐν ἕκτῳ μηνὶ ἀφ’ οὗ ὅ τε Ὑψιλάντης καὶ οἱ μετ’ αὐτοῦ τὸ πρῶτον ὅπλα ἔλαβον, ὁ ἐν Μολδοβλαχίᾳ ἀγὼν ἐς αἰσχρὰν ἦλθε τελευτὴν διὰ τήν τε ἀξυνεσίαν τοῦ Ὑψιλάντου καὶ ὅτι οἱ οἰκήτορες οὐκ ἐνόμιζον αὐτὸν σωτῆρα εἶναι ἀλλὰ μᾶλλον ξένον καὶ ἀλλόφυλον.

13. The outbreak in the Morea, March, 1821.

καὶ πρὶν τὰ ἐν Μολδοβλαχίᾳ οὕτως ἐς αἰσχρὰν τελευτὴν ἐλθεῖν οἱ ἄλλοι Ἕλληνες καὶ μάλιστα οἱ ἐν τῇ Πελοποννήσῳ παντὶ τρόπῳ παρασκευάζονται πρὸς τὰ παρόντα· καὶ μαθόντες ὅτι ἐν ὅπλοις ἤδη εἰσὶν οἱ ἐν τῇ Μολδοβλαχίᾳ Ὑψιλάντου στρατηγοῦντος καὶ ὅτι κρατοῦσι τῶν Τούρκων (οὐ γὰρ τὰ ὄντα ἤγγελλον οἱ ἀπόστολοι ἀλλὰ πάντα ἐκόσμουν) βούλονται καὶ αὐτοὶ μετέχειν τοῦ ἀγῶνος καὶ ἐν τῇ Ἑλλάδι μάχεσθαι ὑπὲρ τῆς ἐλευθερίας.

καὶ ἐν τετάρτῳ μηνὶ τοῦ ἐνιαυτοῦ ἡ ἀρχὴ ἥδε τοῦ πολέμου γίγνεται· ἔτυχον γάρ τινες στρατιῶται τῶν Ἀλβανίων ἀποβάντες ἐς Ἀκράταν (ἔστι δ’ ἡ Ἀκράτα παραθαλασσίδιον ἐπὶ τῷ Κορινθίῳ κόλπῳ κείμενον καὶ λιμένα ἔχει) καὶ διὰ τῆς μεσογείας πορεύονται πρὸς τὴν Τριπολιτσάν· οἱ γὰρ ἐκεῖ Τούρκοι ἐν φόβῳ ἤδη ὄντες φύλακας μεταπέμπονται. οὗτοι οὖν οἱ Ἀλβάνιοι ἐν ὁδῷ ὄντες ἐσπίπτουσιν ἐς ἐνέδραν (καὶ γὰρ οἱ οἰκήτορες ἐς χαράδραν ἐνήδρευον) καὶ ἀπέθανον αὐτῶν ἐς εἴκοσιν ὑπὸ τῶν πολεμίων βαλλόμενοι. οἱ δὲ ἄλλοι, ἐπειδὴ τὰ γενόμενα αἰσθάνονται, εὐθὺς τὰ ὅπλα ἀποβάλλοντες ἔφυγον.

τούτων οὖν γενομένων στρατιῶταί τινες Τουρκικοὶ ἐς τὰ Καλαβρύτα ἀνελθόντες ἀπήγγελλον ὅτι οἱ Ἕλληνες τὰ ὅπλα ἀναλαβόντες μέλλουσι πολιορκεῖν τὸ χωρίον καὶ πάντας τοὺς Τούρκους φονεύειν· εὐθὺς οὖν οἱ Τοῦρκοι ὅσοι ἦσαν ἐν τοῖς Καλαβρύτοις ἐτείχιζόν τε τὰς οἰκίας καὶ τὰ ἄλλα παρασκευάζονται πρὸς τὴν μέλλουσαν πολιορκίαν· ταύτην μὲν οὖν τὴν νύκτα ἡσύχαζον.

14. Fall of Kalavryta and Kalamata, April, 1821.

ἅμα δὲ τῇ ἡμέρᾳ οἱ ἐκ τῆς περιοικίδος Ἕλληνες ξυνελθόντες πεῖραν ποιοῦνται τοῦ τείχους, ἀλλ’ οὐχ οἷοί τ’ ἦσαν ἑλεῖν· ἀνδρείως γὰρ ἀπὸ τοῦ ἐρύματος ἀμύνονται οἱ ἔνδον· ὅμως δὲ μετὰ ἡμέρας τινὰς ἐνδείᾳ τῶν ἐπιτηδείων (οὐ γὰρ σῖτος ἐνῆν ἔτι ἐν τῷ τείχει οὐδὲ ἄλλο τι βρῶμα) ἀναγκάζονται οἱ Τοῦρκοι κήρυκα πέμπειν πρὸς τοὺς πολιορκοῦντας περὶ σπονδῶν· καὶ τοῖς Ἕλλησι πρὸς τοῦτο τὸ κήρυγμα βουλευομένοις (λυπηρὰ γὰρ ἦν καὶ αὐτοῖς ἡ πολιορκία) ἐδόκει ἀποκρίνεσθαι ὅτι ἐθέλουσι σπένδεσθαι ὥστε τούς τε Τούρκους καὶ τοὺς Ἀλβανίους ὅσοι ἦσαν ἐν τῷ τείχει, ἄνευ ὅπλων ἐξελθεῖν. καὶ ἐπὶ τούτῳ ἄδειαν τῶν σωμάτων ποιοῦσιν· οἱ δὲ πολιορκούμενοι καίπερ οὐ πάνυ πιστεύοντες τοῖς πολεμίοις ὅμως διὰ τὸ μέγεθος τῶν παρόντων κακῶν δέχονται τὰς σπονδὰς ὡς ἀδύνατον ὃν ἄλλῳ τινὶ τρόπῳ σῴζεσθαι· οὐ γὰρ ἱκανὸν αὐτοῖς ὑπῆρχε τὸ πλῆθος ὥστε διὰ τῶν πολεμίων βιάζεσθαι ἐς καταφυγήν τινα, ἀλλὰ ἔδει ἢ λιμῷ ἀποθανεῖν ἢ εἴκειν τοῖς ἔξω· αὖθις οὖν τὸν κήρυκα πέμπουσι καὶ σπένδονται καὶ ὅρκοις τοῖς μεγίστοις κατέλαβον ἀλλήλους ἑκάτεροι.

ταῦτα δὲ ἀκούσαντες ἄλλοι τινὲς τῶν ἐν τῇ Πελοποννήσῳ εὐθὺς ὅπλα ἔλαβον ὡς εὖ παρασχὸν τὴν ἐλευθερίαν ἀναλαβεῖν, καὶ χωρίον τι Καλαμάταν ὄνομα ἐπολιόρκουν. καὶ τῇ ὑστεραίᾳ σπονδὰς ποιοῦνται πρὸς τοὺς ἔνδον, ὥσπερ καὶ ἐν τοῖς Καλαβρύτοις, ὥστε τοὺς Τούρκους ἀδεῶς ἀπελθεῖν, καὶ τὸ χωρίον καταλαμβάνουσιν.

ἐπαιρόμενοι οὖν οἱ Ἕλληνες τῇ τύχῃ (καὶ γὰρ οἰωνὸς ἐδόκει αὐτοῖς εἶναι τοῦ πολέμου) ξυνῆλθον ἐς τὸν ποταμὸν ὃς παρὰ τὴν Καλαμάταν ῥεῖ καὶ εὐχὰς ποιοῦνται ξύμπαντες πρὸς τοὺς θεοὺς τοὺς ἐπιχωρίους ὡς αἰτίους ὄντας τῆς εὐτυχίας· ὅμως δὲ τοὺς Τούρκους, ἐπειδὴ κατὰ τὰς σπονδὰς ἄνευ ὅπλων ἐξῆλθον τοῦ τειχίσματος, ξυνέλαβον καὶ τοὺς ὅρκους παρέβαινον καὶ τῶν θεῶν τῶν ὁρκίων ἠμέλουν· καὶ γὰρ ὕστερον χρόνῳ τοὺς μὲν παῖδας ἀνδραποδίζουσι τοὺς δὲ ἀνθρώπους φονεύουσιν ἅπαντας. καὶ περὶ τῶν ἀποθανόντων κατέχει ἔτι καὶ νῦν ἐν τῇ Ἑλλάδι ὁ λόγος ὅδε ὅτι κατέφαγεν αὐτοὺς ἡ σελήνη. νυκτὸς γὰρ καὶ λάθρᾳ ἀπέθανον.

15. Spread of the Insurrection.

καὶ θάρσος ἔλαβε πάντας τοὺς ἄλλους Ἕλληνας ὅσοι ἦσαν ἐν τῇ Πελοποννήσῳ, ἐπειδὴ αὐτοῖς ἡ ἀγγελία ἦλθε τῶν ἐν τοῖς Καλαβρύτοις καὶ τῇ Καλαμάτῃ γενομένων· καὶ κατὰ τάχος παρεσκευάζοντο ὡς ἐς πόλεμον καὶ προυθυμοῦντο ἐπελθεῖν ἐπὶ τοὺς Τούρκους.

καὶ κατὰ τὸν χρόνον τοῦτον ἐνῆσαν ἐν τῇ Πελοποννήσῳ οὐκ ἔλασσον ἢ δισμύριοι τῶν Ὀθωμανῶν, ὧν οἱ πλεῖστοι γεωργοὶ ὄντες κατὰ κώμας ἀτειχίστους ᾤκουν καὶ ἀφύλακτοι ἦσαν. ἀλλ’ οὔτε ἐλέου οὔτε οἴκτου ἔτυχον· οἱ γὰρ Ἕλληνες ἐβουλεύοντο δίκην λαμβάνειν τῶν πρὶν παθημάτων. καὶ ἐπὶ δύο μῆνας διετέλουν τούς τε γεωργοὺς φονεύοντες καὶ τὰς οἰκίας κατακαίοντες καὶ τὰ σκεύη λείαν ἐποιοῦντο. τῶν δὲ Τούρκων ὅσοι ἐς τοὺς λόφους φυγὴν ἐποιοῦντο, ἢ λιμῷ ἢ ἀσθενείᾳ σωμάτων ἢ καὶ τραύμασιν ἀπέθνῃσκον· καὶ οὐ διὰ μακροῦ κατέφαγε καὶ τούτους ἡ σελήνη.

ὀλίγοι δέ τινες διεσῴζοντο φυγόντες ἐς τὴν Τριπολιτσὰν ἢ ἔς τι τῶν ἄλλων τειχισμάτων ἃ ἐφύλασσον ἔτι οἱ Τοῦρκοι, καὶ τὰ ἐν τῇ Καλαμάτῃ γενόμενα ἔχοντες παραδείγματα πάντων ἃ καὶ αὐτοὶ ἔμελλον πάσχειν. παντί τρόπῳ παρεσκευάζοντο ὡς οὔποτε μέλλοντες τοῖς πολεμίοις εἴκειν ἀπίστοις τε οὖσι καὶ φονικωτάτοις· οὕτω μὲν δὴ ἐς πόλεμον ἄσπονδον καὶ ἀκήρυκτον ἐχώρουν ἑκάτεροι.

16. Device of the Primates to avoid arrest, March, 1821.

κατὰ δὲ τὸν χρόνον τοῦτον, ἐν ᾧ ἐγένετο ἡ ἅλωσις τῶν Καλαβρύτων, καὶ ἔτι πρότερον ἔδει ἐς τὴν Τριπολιτσὰν ξυνελθεῖν τούς τε προκρίτους τῶν Ἑλλήνων καὶ τοὺς ἐπισκόπους, δι’ ὧν οἱ Τοῦρκοι τὸν φόρον ἐπράσσοντο. ξυνῆλθον γὰρ κατ’ ἔτος ἕκαστον ἐς ταύτην τὴν πόλιν ὡς περὶ τῶν φόρων βουλεύσοντες καὶ ἐν ἀξιώματι ἦσαν ὑπὸ τῶν ὑπηκόων καὶ δύναμιν οὐκ ὀλίγην εἶχον.

οἱ δὲ Τοῦρκοι ἤδη ἐν φόβῳ ὄντες (ᾐσθάνοντο γὰρ τοὺς Ἕλληνας ὅτι παρασκευάζονται ὡς πολεμήσοντες) ἐσκόπουν ὅπως ἢ λήψει ὁμήρων ἢ ἄλλῳ τινὶ τρόπῳ κωλύσουσι τὴν ἐπανάστασιν· καὶ ἄριστον ἐφαίνετο αὐτοῖς τοὺς προκρίτους ξυλλαβεῖν· εἰ γὰρ ἐκείνους καθέξουσι καὶ ἐν φυλακῇ τηρήσουσιν, ἤλπιζον τὸν δῆμον ἀποστερήσειν τῶν ἡγεμόνων.

ἀλλ’ οὐ προυχώρει αὐτοῖς τὰ πράγματα ᾗ ἐβούλοντο· οἱ γὰρ πρόκριτοι ἰδόντες μὲν ὅτι εἰ προχωρήσουσιν ἐς τὴν Τριπολιτσὰν, κινδυνεύσουσι δεινὰ παθεῖν, φανερῶς δὲ ἀπειπεῖν οὐ βουλόμενοι ἐσκόπουν ὅπως ἄριστα ἕξει τὰ πράγματα καὶ τοιόνδε τι ἐβούλευον· ξυνῆλθον ἐς κώμην τινὰ, ἣ ἀπέχει τῆς Τριπολιτσᾶς ὀλίγα στάδια, καὶ ἐντεῦθεν μετὰ Τούρκων τινῶν ἐπορεύοντο ὡς ἐπὶ τῆς πόλεως· ἀλλ’ ἤδη ἐν ὁδῷ ὄντες ἐκ παρασκευῆς ἐνετύγχανον ἀγγέλῳ ὃς ἔφερεν αὐτοῖς ἐπιστολὴν ψευδῆ οὖσαν καὶ οὐκ ἀληθῆ. προσεποιοῦντο γὰρ τὴν ἐπιστολὴν παρά τινος τῶν ἐν Τριπολιτσᾷ Τούρκων φίλου ὄντος τοῖς Ἕλλησιν ἐλθεῖν καὶ ὅτι παραινεῖ αὐτοῖς ἐπ’ οἶκον ἀπελθεῖν· οὐ γὰρ ἀσφαλὲς εἶναι προβαίνειν ἐς τὴν Τριπολιτσὰν ὡς μελλόντων τῶν ἐν ἀρχαῖς πάντας φονεύειν.

ἀναγιγνώσκουσιν οὖν ταύτην τὴν ἐπιστολὴν τοῖς Τούρκοις οἳ μετ’ αὐτῶν ἦσαν, καὶ τὴν προδοσίαν αὐτῶν κατηγοροῦσι. καὶ τούτων γενομένων οὐκέτι ἐς τὴν Τριπολιτσὰν προχωροῦσιν ἀλλ’ ἀποκομίζονται ἐπ’ οἴκου.

17. Murder of the Patriarch in Constantinople, 22nd April, 1821.

ἐν δὲ τῇ Κωνσταντινουπόλει ὁ Σουλτάνος ἐπειδὴ περὶ τοῦ ἐν Μολδοβλαχίᾳ πολέμου ἤκουσεν, ὑπ’ ὀργῆς ἐκ τῆς πόλεως ἐξέβαλεν οὐκ ὀλίγους τῶν ἐκεῖ Ἑλλήνων, ἄλλους δὲ καὶ ἐφόνευσεν ὡς ξυνωμότας ὄντας καὶ ἀπίστους· καὶ στρατιώτας ἐς τὰς οἰκίας τῶν ἰδιωτῶν διέπεμψεν ἐπὶ ζήτησιν τῶν ὅπλων διὰ τὸ πάντας ὁμοίως ἐν ὑποψίᾳ ἔχειν.

φανερῶν δὲ γενομένων τῶν ἐν τῇ Πελοποννήσῳ καὶ μᾶλλον ὠργίζετο καὶ ἔδοξε μέγα τι πρᾶγμα πράξαντα ἐκπλῆξαι τοὺς ὑπηκόους. πρῶτον μὲν οὖν ξυνέλαβεν ἑπτὰ τῶν ἀρχιερέων καὶ ἔδησεν ἐν τῷ δεσμωτηρίῳ· καὶ γὰρ τῷ αὐτοὺς ξυλλαβεῖν ἤλπισε μεγάλην ἔκπληξιν παρέξειν τοῖς ἄλλοις. ἔπειτα καὶ αὐτὸν τὸν Γρηγόριον τὸν Πατριάρχην ἀπέκτεινεν ἐν τρόπῳ τοιῷδε. ἦλθεν ἐς τὴν οἰκίαν τοῦ Γρηγορίου ὁ μέγας διερμηνεὺς μετὰ τοῦ γραμματέως καὶ στρατιωτῶν τινῶν καὶ ἤγγειλεν αὐτῷ ὅτι δεῖ εὐθὺς τοὺς ἀρχιερέας ξυγκαλεῖν ὡς περὶ τῶν παρόντων βουλεύσοντας. καὶ ἐπειδὴ ἐς τὸ βουλευτήριον οἱ ἀρχιερῆς ξυνῆλθον (τὸ γὰρ μὴ ὑπακούειν δεινὸν ἐφαίνετο αὐτοῖς) ἀναγιγνώσκεται ὑπὸ τοῦ μεγάλου διερμηνέως ἐπιστολὴ ἐν ᾗ κατηγόρησε τοῦ Γρηγορίου ὁ Σουλτάνος ὡς προδότου ὄντος καὶ μετὰ τῶν πολεμίων τοῦ βασιλέως ξυμπράσσοντος. ἀπήγαγον οὖν αὐτὸν οἱ στρατιῶται ἐς τὸ δεσμωτήριον.

ἀποχωρήσαντος δὲ αὐτοῦ ὁ διερμηνεὺς εὐθὺς ἐκέλευσε τοὺς παρόντας αἱρεῖσθαι ἄλλον τινὰ Πατριάρχην ἀντὶ τοῦ Γρηγορίου. τὸν γὰρ βασιλέα οὐ βούλεσθαι τοὺς Χριστιανοὺς ἄνευ Πατριάρχου εἶναι διὰ τὸ τὴν ἑορτὴν ἄγειν (ἔτυχον γὰρ τὸ Πάσχα ποιήσοντες τῇ ἐπιγιγνομένη ἡμέρᾳ). καὶ τῇ ὑστεραίᾳ κελεύσαντος τοῦ Σουλτάνου ὁπλῖταί τινες καὶ ἱππῆς ἐξήγαγον ἐκ τοῦ δεσμωτηρίου τὸν Γρηγόριον τὴν σκευὴν ἱερὰν ἔτι φοροῦντα καὶ διὰ τῶν ὁδῶν πορευόμενοι ἀφίκοντο ἐς τὴν οἰκίαν αὐτοῦ καὶ ἐνθάδε πρὸ τῆς θύρας ἀπάγχουσιν αὐτὸν καίπερ ἀναίτιον ὄντα καὶ ἄκριτον.

18. Recovery of the Patriarch’s body.

καὶ ἐπὶ μὲν τρεῖς ἡμέρας πρὸ τῆς οἰκίας ἔμενε τὸ σῶμα τοῦ Πατριάρχου, ἔπειτα οἱ ἐν τέλει ἐκέλευσαν τῶν Ἰουδαίων τινὰς (ἔχθιστοι γὰρ ἦσαν οἱ Ἰουδαῖοι τοῖς Ἕλλησιν) ἀποκομίζειν αὐτὸ καὶ ἐς τὴν θάλασσαν ῥίπτειν. ἐκεῖνοι οὖν ἐς πλοῖον ἐσβάντες καὶ σπάρτῳ δήσαντες λίθον πρὸς τὸ σῶμα ἔρριψαν ἐς τὴν θάλασσαν· ἀλλ’ (οὐ γὰρ ἱκανῶς βαρὺς ἦν ὁ λίθος ὥστε καταδύσαι τὸν νεκρὸν) ἔτυχον πορθμῆς τινὲς Χριστιανοὶ εὑρόντες τὸν νεκρὸν τῷ ἀνέμῳ καταφερόμενον καὶ ἀποκομίζουσιν ἐς τὴν Ὀδησσὸν αἰσθόμενοι μὲν ὅτι ἔστι τὸ σῶμα ἱερέως τινὸς Χριστιανοῦ, ἀγνοοῦντες δὲ ὅτι ἔστι τοῦ Πατριάρχου.

καὶ ἐπειδὴ ᾐσθάνοντο οἱ ἐν τῇ Ὀδησσῷ τὸν νεκρὸν ὥσπερ θείᾳ τύχῃ ἐκ τῆς θαλάσσης ἀναφερόμενον, ἔδοξε δημοσίᾳ τὸν τάφον ποιεῖσθαι καὶ πομπὴν ἐποίουν μεγάλην καὶ εὐπρεπῆ· ἐπειδὴ γὰρ ἡ ἐκφορὰ ἐγένετο, ἦσαν ἐν τοῖς πομπεῦσι πάντες οἱ ἀξιολογώτατοι τῶν πολιτῶν καὶ ἱερῆς πολλοὶ καὶ ἱππῆς καὶ ὁπλῖται καὶ τῶν ξένων πλῆθός τι μέγα. οὕτω μὲν δὴ ἔθαπτον τὸν Γρηγόριον τὸν Πατριάρχην.

εἰ δὲ ταῦτα ἐγένετο ἐν τοῖς ὄμμασι τῶν προξένων τῆς Ῥωσσίας καὶ τῆς Ἀγγλίας καὶ τῶν ἄλλων Μεγάλων Δυνάμεων, οὐ χαλεπὸν εἰκάζεσθαι ὅσα ἔπαθον οἱ Ἕλληνες οἱ ἐν Σμύρνῃ καὶ πολλαῖς ἄλλαις πόλεσι· πολλοὺς μὲν γὰρ ἀνθρώπους καὶ παῖδας ἐφόνευσαν οἱ Τοῦρκοι, πολλὰς δὲ οἰκίας λείαν ἐποιοῦντο· καὶ πανταχοῦ ἦν θόρυβος πολὺς καὶ ἐκπληκτικός.

19. Deputation from the Morea to the Islands.

καὶ εὐθὺς μετὰ ταῦτα οἱ πρόκριτοι τῆς Πελοποννήσου πρέσβεις πέμπουσιν ἐς τὰ Ψαρὰ ἀπαγγέλλοντας ἃ πεποιήκασιν οἱ ἐν τῇ Ἑλλάδι. ἀποβεβηκότες οὖν οἱ πρέσβεις ἐς τὴν νῆσον καταλαμβάνουσι τὸν δῆμον μέλλοντα ἐκκλησίαν ποιεῖν περὶ τοῦ πολέμου καὶ παρελθών τις αὐτῶν ἔλεγε τοιάδε.

παρελήλυθα μὲν, ὦ Ψαριανοὶ, ἐς τὴν ἐκκλησίαν τήνδε, ὡς πείσων τοὺς νησιώτας βοηθεῖν τοῖς κατ’ ἤπειρον· ξυμβέβηκε γὰρ καιρός, ὡς οὔπω πρότερον· οἱ γὰρ Πελοποννήσιοι ὅπλα λαβόντες ἤδη νενικήκασι τοὺς Τούρκους καὶ κεκρατήκασι τῆς χώρας· οἱ δὲ Τούρκοι πεφεύγασι μὲν ἐς τὰ τειχίσματα, πεφευγότες δὲ οὐκ ἔχουσι τὰ ἐπιτήδεια οὐδὲ τὰ ἄλλα σκεύη ὥστε ἀντέχειν, εἰ κατὰ γῆν καὶ κατὰ θάλασσαν πολιορκήσομεν αὐτούς. τὰ γὰρ τειχίσματα πάντα πλὴν τῆς Τριπολιτσᾶς παραθαλάσσιά ἐστι. δεῖ οὖν πάντας τοὺς νησιώτας καὶ ὅσοι ἐς τὰ ναυτικὰ ἔμπειροί εἰσιν, εὐθὺς βοηθεῖν· ξυγγενεῖς γάρ ἐστε τῶν ἐν τῇ Πελοποννήσῳ, καὶ, εἰ τῶν κινδύνων μεθέξετε, μεθέξετε καὶ τῆς ἀπ’ αὐτῶν ἐλευθερίας. ἀλλ’ οὐ δεῖ μακρηγορεῖν· αὐτοὶ γὰρ ἑοράκατε ὅσα οἱ Τοῦρκοι ἐς τοὺς Ἕλληνας ἡμαρτήκασι καὶ ὅσα ἐν τῷ παρεληλυθότι χρόνῳ πεπόνθαμεν.

οἱ δὲ Ψαριανοὶ ἀπὸ τῶν λόγων τούτων τεθαρσηκότες καὶ μιμνῃσκόμενοι ἃ ἐν τῷ πρὶν χρόνῳ οἱ Τοῦρκοι ἠδικήκεσαν, προθυμοῦντο τιμωρίαν ἀναλαβεῖν πάντων ὧν ἐπεπόνθεσαν καὶ ὑπέσχοντο ἐν τάχει βοηθήσειν. οἱ δὲ πρέσβεις, ἐπειδὴ ᾐσθάνοντο αὐτοὺς προθύμους ὄντας, ἔπλευσαν ἐς τὰ Σπετσὰ καὶ τὴν Ὕδραν, καὶ τὰ ἐν τοῖς Ψαροῖς γενόμενα ἀγγείλαντες ἔπειθον τοὺς νησιώτας ἐς τὸν πόλεμον.

20. The Islanders join in the revolt, April, 1821.

οἱ δὲ νησιῶται οὗτοι ὑποτελεῖς μὲν φόρου ἦσαν (κατ’ ἐνιαυτὸν γὰρ ἔπεμπον τὸν φόρον πρὸς τὴν Κωνσταντινούπολιν) τὰ δὲ ἄλλα αὐτόνομοι ἐπολιτεύοντο· καὶ ἅμα πολλὰς ναῦς ἔχοντες ἐμπορίας ἕνεκα μέγαν πλοῦτον εἰλήφεσαν καὶ ἔμπειροι ἦσαν τῶν ναυτικῶν. καὶ κατὰ μὲν τὴν ἐπανάστασιν τῆς Γαλλίας καὶ τοὺς ὕστερον ἐπιγιγνομένους πολέμους, ἐν οἷς ἐστρατήγει ὁ Ναπολέων, σῖτον ἐσεκόμιζον κατὰ θάλασσαν ἐς τὰς πόλεις τὰς πρὸς ἑσπέραν τῆς Εὐρώπης, ἐκπεπτωκότος δὲ τοῦ Ναπολέονος οὐχ ὁμοίως ηὐπράγουν· καὶ ἐν τούτῳ τῷ χρόνῳ ἐν ᾧ ἡ ἀρχὴ τοῦ Ἑλληνικοῦ πολέμου ἐγένετο, κεναὶ μὲν ἦσαν αἱ πλεῖσται τῶν νεῶν, οἱ δὲ ναῦται σχολάζοντες καὶ ἠθύμουν, ᾗ καὶ μᾶλλον προεθυμοῦντο ἐπισκευάζειν τὰς ναῦς καὶ ἐπίπλουν ποιεῖσθαι τοῖς Τούρκοις.

ἀφικομένων οὖν τῶν πρέσβεων ξυνῆλθον οἱ νησιῶται ὡς βουλευσόμενοι περὶ τῶν παρόντων. καὶ δόξαν μετέχειν τοῦ ἀγῶνος, διεσκόπουν ὅπως ἄριστα τὸν πλοῦν ποιήσονται· καὶ ἄριστον ἐφαίνετο αὐτοῖς τὰς ναῦς ἄλλας ἄλλοσε ἐκπέμπειν ὅπως τὰ φορτηγικὰ πλοῖα τῶν Τούρκων ξυλλήψονται, ἔτι δὲ καὶ ἐς τὴν ἤπειρον τῆς Ἀσίας πλεῖν ὡς ἐπιμελησόμενοι ὅπως ἐμποδὼν γενήσονται τῷ Σουλτάνῳ μὴ πέμπειν βοήθειαν τοῖς ἐν τῇ Πελοποννήσῳ πολιορκουμένοις· ἐφαίνοντο γὰρ οἱ ἐν τῇ Κωνσταντινουπόλει τὸν ἐς τὴν Ἑλλάδα πλοῦν παρασκευαζόμενοι.

ἐν δὲ τούτῳ ἔτυχεν ἀφικόμενος ἐκ τῆς Χίου Νεόφυτός τις, ὃς ἔπεισε τοὺς ἐν τέλει πρῶτον ἐς Χίον τὸν πλοῦν ποιεῖσθαι. ὁ δὲ Νεόφυτος περὶ μὲν τὰ πολιτικὰ ἄπειρος ἦν, ὕστερον δὲ χρόνῳ διδάσκαλος γενόμενος ἐπαίδευσέ τινας τῶν ἀξιολογωτάτων Ἑλλήνων. καὶ ἤδη ἐν πλῷ ὄντες ἔμαθον ὅτι οἱ Τοῦρκοι ξυλλαβόντες τοὺς προκρίτους, ὅσοι ἐν τῇ Χίῳ κατῴκουν, ὁμήρους ἔχουσι· καὶ νομίζοντες ὅτι εἰ τὸν ἐπίπλουν ποιήσονται τῇ νήσῳ, ἐν μεγάλῳ κινδύνῳ τῶν σωμάτων ἔσονται οἱ ὅμηροι, ἄπρακτοι ἀπέπλευσαν.

21. Success of a Greek fire-ship, June, 1821.

ἀκούσαντες δὲ ὅτι νῆές τινες Τουρκικαὶ ἐκ τοῦ Βοσπόρου ἐκπλέουσιν, εὐθὺς παρεσκευάσαντο ὡς ἐκεῖσε τὸν πλοῦν ποιησόμενοι· καὶ ἐνέτυχον τριήρει τινὶ τῶν Τούρκων περὶ Σάμον ὁρμούσῃ, καὶ (οὐ γὰρ ἤθελον ἐν ἡμέρᾳ ἐς χεῖρας ἐλθεῖν) ἐβουλεύσαντο οἱ ναύκληροι νυκτὸς προσβάλλειν. ὁ δὲ Κάναρις (ἦν δὲ τῶν ναυκλήρων ἐμπειρότατος καὶ ἀνδρεῖος) γνώμην ἐποιήσατο ὅτι δεῖ πῦρ ἐμβάλλειν τῇ τριήρει, καὶ αὐτὸς ἐβούλετο τὴν πεῖραν ποιήσασθαι. ὁλκάδα μὲν οὖν τινὰ παλαιὰν, ἣ ἔτυχε παροῦσα, ἐγέμισαν κληματίδων καὶ δᾳδός· καὶ νυκτὸς ἐπιγενομένης, ἐσβάντες ναῦταί τέ τινες ἐς εἴκοσι καὶ αὐτὸς ὁ Κάναρις καὶ κελήτιον ἀναδησάμενοι ἔλαθον τοὺς πολεμίους προσπλέοντες, καὶ ἐπειδὴ ἤδη ἐγγὺς ἦσαν, χεῖρα σιδηρᾶν ἐπέβαλον τῇ τριήρει ὥστε οὐκέτι δυνατὸν ἦν τοῖς Τούρκοις τὰ δύο πλοῖα ἀπολύειν. καὶ οἱ μετὰ Κανάρεως τῇ μὲν ὁλκάδι πῦρ ἐνέβαλον αὐτοὶ δὲ ἐς τὸ κελήτιον μεταβάντες ἤλαυνον.

καὶ εὐθὺς φλόξ μεγάλη ἐγένετο, ἐπιφόρου ὄντος τοῦ ἀνέμου, καὶ οἱ ἐν τῇ τριήρει οὐχ οἷοί τ’ ὄντες τὸ πῦρ παῦσαι πάντες ὁμοῦ διεφθείροντο· οὐ γὰρ ἦν αὐτοῖς ἐς τὴν γῆν νεῖν ὡς μετεώρου ὁρμούσης τῆς τριήρους· οἱ δὲ Ἕλληνες ὅσοι τῆς πείρας μετεῖχον πάντες ἐσῴζοντο διὰ τὸ τοὺς πολεμίους μᾶλλον πρὸς τὴν ὁλκάδα ἢ πρὸς τὸ κελήτιον τὸν νοῦν προσέχειν.

ἐπαιρόμενοι οὖν τῇ εὐτυχίᾳ παρέπλεον τὴν ἤπειρον οἱ Ἕλληνες καὶ ἐν τῷ παράπλῳ ἅμα μὲν ἀποβάσεις ἐποιήσαντο καὶ πολλὴν λείαν ἔλαβον ἅμα δὲ πλοῖα φορτηγικὰ ξυλλαβόντες τοὺς μὲν ναύτας καὶ τοὺς ἐμπόρους ἐφόνευον τὰς δὲ ναῦς ἢ ἄπλους ἐποιήσαντο ἢ ἀναδησάμενοι παρεκομίσαντο ἐς τὰ Ψαρά· καὶ ἔκπληξις πολλὴ ἐγένετο τοῖς Τούρκοις ἐκ τούτου τοῦ ἔργον.

22. Battle of Valtetzi, 24th May, 1821.

καὶ πολιορκουμένων ἐν τῇ Τριπολιτσᾷ τῶν Τούρκων ξυνηθροίσθη ἐς τὴν πολιορκίαν μέγα πλῆθος τῶν Ἑλλήνων· καὶ παρῆσαν οἵ τε ἄλλοι στρατηγοὶ καὶ ὁ Δημήτριος Ὑψιλάντης καὶ ὁ Κολοκοτρώνης· τούτων ὁ μὲν Δημήτριος ἀδελφὸς ὢν τοῦ Ὑψιλάντου τοῦ ἐν Μολδοβλαχίᾳ στρατηγοῦντος ἐξεπέμφθη ὑπ’ αὐτοῦ ἐς τὴν Ἑλλάδα, ὁ δὲ Κολοκοτρώνης πρότερον μὲν ἦν τῶν κλεπτῶν καὶ τῇ τε ἀνδρείᾳ προέχων καὶ ἐμπειρίᾳ τοῦ πολέμου ἐν ἀξιώματι ἦν ὑπὸ τῶν Πελοποννησίων. οὗτοι οὖν οἱ στρατηγοὶ πρὸς τὰ παρόντα βουλευόμενοι ἐσκόπουν ὅπως λήψονται τὸ χωρίον· εἰ γὰρ τοῦτο ληφθήσεται, ἤλπιζον ἐν τάχει καὶ τῶν ἄλλων τειχισμάτων, ὧν οἱ Τοῦρκοι ἐφύλασσον, κρατήσειν.

καὶ τὸ μὲν πρῶτον ἔδοξεν ἐπὶ τῶν λόφων, οἳ κύκλῳ περίεισι τῇ πόλει, στρατοπεδεύεσθαι καὶ τῶν παρόδων φυλακὴν ποιεῖσθαι ὅπως μήτε τὰ ἐπιτήδεια ἐσκομισθήσεται ἐς τὴν πόλιν μήτε οἱ ἔνδον ἐς τὴν θάλασσαν φεύξονται· οὕτω γὰρ ἐνόμιζον ὅτι χρόνῳ ἡ Τριπολιτσά ἐκπολιορκηθήσεται. στρατοπεδευσάμενοι οὖν ἐπὶ τῶν λόφων τῶν ὑπὲρ τῆς πόλεως ἡσύχαζον οὔτε ἐς τὸ πεδίον καταβαίνοντες οὔτε τῇ πόλει προσβολὰς ποιούμενοι.

οἱ δὲ Τοῦρκοι ἰδόντες ὅτι οὐ παρασκευάζονται ὡς ἐς μάχην, πρῶτον μὲν ἐπεξόδους ἐποιήσαντο καὶ ἐκράτουν τῆς γῆς, ἔπειτα ἐν ὀλιγωρίᾳ ἤδη τοὺς πολεμίους ἔχοντες διενοήθησαν προσβάλλειν τῷ μεγίστῳ στρατοπέδῳ· καὶ ἐπειδὴ καιρὸς ἐδόκει εἶναι, ἅμ’ ἕῳ ἐξελθόντες μετὰ πολλῶν ὁπλιτῶν καὶ ἱππέων καὶ διὰ τοῦ πεδίου πορευθέντες ἀνέβαινον πρὸς τὸ στρατόπεδον τῶν Ἑλλήνων· οἱ δὲ, ἐπειδὴ ἡ ἔφοδος ἐγένετο, ἀπὸ τοῦ ἐρύματος μαχόμενοι ἀπεκρούσαντο τοὺς πολεμίους. καὶ νυκτὸς ἐπιγιγνομένης ἠναγκάσθησαν οἱ Τοῦρκοι ὑποχωρεῖν ἄπρακτοι καὶ ἐν τῇ καταβάσει θορυβηθέντες πολλοὶ ἀπέθανον· ὑλώδους γὰρ ὄντος τοῦ χωρίου οἱ Ἕλληνες ῥᾳδίως ἐθορύβουν αὐτοὺς ἔμπειροι ὄντες τῆς χώρας καὶ ἐκ τοῦ ἀσφαλοῦς βάλλοντες.

23. Siege of Tripolitza.

ἐπαρθέντες δὲ τῇ νίκῃ ταύτῃ οἱ στρατηγοὶ τῶν Ἑλλήνων ἐξέλιπον τὸ στρατόπεδον τὸ ἐν τοῖς λόφοις καὶ κατέλαβον τὰ Τρικόρυφα (ἔστι δὲ τὰ Τρικόρυφα λόφος ἐγγὺς τῆς πόλεως κείμενος) καὶ ἅμα παρεσκευάζοντο ὡς προσβολὴν ποιησόμενοι τῇ πόλει. καὶ ἐπειδὴ οἱ Τουρκικοὶ ἱππῆς ἐξελθόντες, ὥσπερ καὶ πρότερον, ἐσκεδάσθησαν ἀνὰ τὸ πεδίον, ὁ Κολοκοτρώνης λοχίζει στρατιώτας τινὰς ἐς κοίλην ὁδόν· καὶ οἱ ἐκ τῆς ἐνέδρας αἰφνιδίως ἐπιγενόμενοι τοῖς ἱππεῦσι κατὰ νώτου προσπίπτουσι καὶ τρέπουσιν, ὥστε διεφθάρησαν μὲν ἐς ἑκατὸν ὀλίγοι δέ τινες ἐς τὴν Τριπολιτσὰν διεσώθησαν.

οὕτω μὲν οὖν οἱ Ἕλληνες ἐκράτουν τῆς γῆς· τοῖς δὲ Τούρκοις οὐκέτι ἦν ἐπεξόδους ποιεῖσθαι οὐδὲ τροφὴ ἱκανὴ ὑπῆρχεν, ὅθεν ἠσθένουν καὶ αὐτοὶ καὶ οἱ ἵπποι. ἀποροῦντες δὲ ὅπως σωθήσονται, ἤθελον σπένδεσθαι ὥστε μεθ’ ὅπλων ἐξελθεῖν καὶ ἀδεῶς ἐς τὴν θάλασσαν πορευθῆναι. οἱ δὲ στρατηγοὶ τῶν Πελοποννησίων κοινῇ μὲν οὐκ ἐδέξαντο τοὺς λόγους ἰδίᾳ δὲ ἀγγέλους πέμψαντες πρὸς τοὺς ἔνδον εἴ τινες αὐτοῖς γνώριμοι ἦσαν ὑπέσχοντο φείσεσθαι τῶν σωμάτων ἐπὶ τῷ ἀργύριον ῥητὸν δέχεσθαι. ἄλλοι δὲ ἔλαθον πωλοῦντες σῖτον τοῖς πολιορκουμένοις· νυκτὸς γὰρ τὰ ἐπιτήδεια ἔφερον πρὸς τὰ τείχη. οὕτω μὲν χρονία ἐγένετο ἡ πολιορκία.

ἐπειδὴ δὲ οἱ Ἕλληνες ἔμαθον ὅτι στράτευμά τι Τουρκικὸν ἤδη πορεύεται ἐς τὴν Πελοπόννησον καὶ αἱ νῆες ἐκ τῆς Κωνσταντινουπόλεως ἐξέπλευσαν, προυθυμήθησαν τὴν πόλιν ἑλεῖν πρὶν ταύτην τὴν στρατείαν ἀφικέσθαι· καὶ κήρυκα ἔπεμψαν πρὸς τοὺς Τούρκους λέγοντα ὅτι ἐθέλουσι σπένδεσθαι ὥστε πάντας τοὺς ἐν τῇ πόλει τούς τε ἄνδρας καὶ τὰς γυναῖκας καὶ τοὺς παῖδας ἄνευ ὅπλων ἐξελθεῖν.

24. Fall of Tripolitza, 5th October, 1821.

οἱ δὲ Τοῦρκοι (ἤγγελτο γὰρ ἤδη αὐτοῖς ὅσα ἐγεγένητο καὶ ἐπέπρακτο ἐν τῷ Νεοκάστρῳ καὶ τοῖς ἄλλοις τειχίσμασιν ἃ ἐκπεπολιορκημένα ἦν) ἐφοβήθησαν καὶ ἄλλας σπονδὰς προύφερον καὶ ἐκεχειρίαν ἐποιήσαντο. καὶ τῆς ἐκεχειρίας γενομένης ἔτυχον στρατιῶταί τινες Ἑλληνικοὶ πρὸς τὰ τείχη χωροῦντες ὡς σῖτον πωλήσοντες τοῖς ἔνδον, καὶ προσφέροντες κλίμακας ἀνέβαινον· ἀναβάντες δὲ εὐθὺς κατέκοψαν τοὺς φύλακας καὶ τὸ Ἑλληνικὸν σημεῖον ἐπὶ τῷ τείχει ἦραν.

ταῦτα δὲ ἰδόντες οἱ ἐν τῷ στρατοπέδῳ ὅπλα λαβόντες δρόμῳ ἐχώρουν οἱ μὲν ἐς τὰ τείχη, οἱ δὲ πρὸς τὰς πύλας, αἳ ἔτυχον ἀνεῳγμέναι διὰ τὴν ἐκεχειρίαν, καὶ βίᾳ ἐσῆλθον ἐς τὴν πόλιν. καὶ λαμπρῶς λελυμένων τῶν σπουδῶν πᾶσα ἰδέα ὀλέθρου ἐπεγένετο τοῖς πολίταις· τῶν μὲν γὰρ ἀνθρώπων οἱ μὲν ἐν χερσὶ μαχόμενοι ἀπέθανον, οἱ δὲ ἐς τὰς οἰκίας φυγόντες ἐνεπρήσθησαν· αἱ δὲ γυναῖκες καὶ παῖδες ὠμῶς καὶ ἀπαραιτήτως ἐφονεύθησαν.

ταύτην μὲν οὖν τὴν ἡμέραν καὶ τῆς ὑστεραίας μέρος τι τοὺς ἔνδον ἀποκτείνοντες ἐπέπαυντο οἱ Ἕλληνες τῇ δὲ τρίτῃ διὰ τῆς πόλεως ἐσκεδασμένοι τὰς οἰκίας ὅσαι οὐκ ἤδη κεκαυμέναι ἦσαν, ἐλῄζοντο. καὶ ἐπὶ πολλὰς ἡμέρας οἱ ἐκ τῆς περιοικίδος, ἐπειδὴ ἀφῖκτο αὐτοῖς ἡ ἀγγελία τῆς ἁλώσεως, ξυνελθόντες ἐφ’ ἁρπαγὴν, εἴ τι παρελέλειπτο, λείαν ἐποιοῦντο.

καὶ πολλῶν νεκρῶν ἀτάφων ὄντων (οὐ γὰρ ἤθελον οἱ Ἕλληνες θάπτειν τὰ σώματα των Ὀθωμανών) ἤρξατο ἤδη λοιμὸς γενέσθαι, ὥστε ἔδοξε τοῖς στρατηγοῖς τήν τε πόλιν λείπειν καὶ τὸ χωρίον ἐν ᾧ ἦσαν ἐστρατοπεδευμένοι. ἤδη γὰρ ἐτεθνήκεσαν πολλοί. ταῦτα μὲν τὰ κατὰ τὴν ἅλωσιν τῆς Τριπολιτσᾶς γενόμενα.

25. The Samians try to persuade Chios to join in the Insurrection, March, 1822.

καὶ ἅμα τῷ ἦρι εὐθὺς ἀρχομένῳ τοῦ ἐπιγιγνομένου θέρους ὁ Σουλτάνος ἐν νῷ ἔχει ναῦς ἀποστέλλειν ἐκ τῆς Κωνσταντινουπόλεως ὅπως ὁπλίτας τε καὶ σῖτον ἐσαγάγωσιν ἐς τὰ τειχίσματα ὅσα ἐν τῇ Ἑλλάδι ἔτι πολιορκεῖται, καὶ ἅμα ἀποβάσεις ποιούμενοι κατὰ πλοῦν φόβον παρέχωσι τοῖς νησιώταις· τῶν γὰρ νήσων κρατηθεισῶν εὐκαθαιρετωτέρους ἐνόμιζεν ἔσεσθαι τοὺς ἄλλους Ἕλληνας. καὶ τῶν νήσων ἐπικινδυνοτάτην τὴν θέσιν εἶχον ἥ τε Χίος καὶ ἡ Σάμος καὶ τὰ Ψαρὰ ὡς ἐγγὺς ὄντα τῆς ἠπείρου. καὶ οἱ μὲν Ψαριανοί ἐμπειρότατοι ὄντες τῆς θαλάσσης καὶ οἱ Σάμιοι ἐν ὀλιγωρίᾳ ἐποιοῦντο τοὺς Τούρκους· εὐτυχήσαντες γὰρ ἐν τῷ προτέρῳ ἔτει ἐδόκουν ἰσχυρότεροι αὐτῶν εἶναι οἱ δὲ Χίοι πλουσιώτατοι ὄντες καὶ νῆσον τοῖς πᾶσιν εὐπορωτάτην οἰκοῦντες πρὸς τὴν ἡσυχίαν μᾶλλον τὴν γνώμην εἶχον φοβούμενοι μὴ τὰ δεινότατα πάθωσιν ἢ ὑπὸ τῶν Τούρκων ἢ ὑπὸ τῶν Ἑλλήνων.

περὶ δὲ τοῦτον τὸν χρόνον ἔτυχε φυγάς τις Χῖος ὀνόματι Ἀντώνιος ἐς Σάμον ἀφικόμενος καὶ μετὰ Λυκούργου ξυμπράσσει ὅπως ἐς ἀπόστασιν ἐποτρύνωσι τὴν Χίον. ὁ δὲ Λυκοῦργος πρότερον μὲν ἦν ἰατρὸς τότε δὲ ἐν ἀξιώματι ὑπὸ τῶν Σαμίων γενόμενος πιθανώτατος ἦν τῷ δήμῳ.

οὗτοι οὖν ἔπεισαν τοὺς Σαμίους παρέχειν ναῦς τινὰς καὶ ὁπλίτας λέγοντες ὅτι εἰ οἱ Ἕλληνες πάσας τὰς νήσους περιποιήσονται, βεβαιοτέραν τὴν ἀρχὴν τῆς θαλάσσης ἕξουσι· λαβόντες δὲ πλῆθός τι ἐξέπλευσαν καὶ ἀπόβασιν ποιησάμενοι ἐς τὴν Χίον κήρυκα ἔπεμπον καὶ ἐς ἀπόστασιν προυκαλοῦντο τοὺς ἐπιχωρίους· οἱ δὲ ἐβουλεύοντο εἴτε ὅπλα λαβόντες μετέχωσι τοῦ πολέμου εἴτε καὶ ἡσυχίαν ἄγωσιν, ὥσπερ καὶ πρότερον, καὶ ἔδοξεν ἡσυχάζειν· δεινὸν γὰρ ἦν μὴ οἱ ἐκ τῆς ἠπείρου βάρβαροι μεγάλῳ στρατῷ ἀφικόμενοι εὐθὺς τὴν τιμωρίαν ἀναλάβωσιν ὡς μακρὰν ἀπέχοντος τοῦ Ἑλληνικοῦ ναυτικοῦ.

26. The massacres at Chios, April to June, 1822.

ἀλλ’ οὐδ’ ὣς ἤθελον οἱ μετὰ Λυκούργου τὴν πεῖραν ἀποκνεῖν· προχωρήσαντες δὲ ἐς τὴν πόλιν, ἣν ᾤκουν οἱ πλεῖστοι τῶν Τούρκων ἔμποροι ὄντες, τοὺς μὲν ἐφόνευσαν τοὺς δὲ ἐς φυγὴν ἔτρεπον καὶ τὴν ἀκρόπολιν ἐπολιόρκουν ἐν ᾗ ἐγκατελείφθη φρουρά τις Τουρκική. καὶ ὁ Σουλτάνος ἐπειδὴ τάχιστα ταῦτα ἤκουσεν, ὅτι μάλιστα ὠργίζετο καὶ ἔδοξεν εὐθὺς ναῦς ὡς πλείστας ἀποστέλλειν ἵνα βοήθειαν παρέχωσι τῇ φρουρᾷ καὶ τοὺς Σαμίους ἐκβάλωσι, προθυμοῦντο δὲ οἱ στρατιῶται ἐς τὰ μακρότατα καὶ ξυνέπλει αὐτοῖς πολὺς ἀριθμὸς τῶν ἐθελοντῶν ὡς ἐφ’ ἁρπαγήν.

ἐν δὲ τούτῳ πολιορκουμένου ἔτι τοῦ χωρίου, τῶν Χίων τινὲς ἢ τολμηρότεροι γενόμενοι ἢ φοβούμενοι μὴ ὑπὸ τοῦ Λυκούργου δεινότατα πάθωσιν, ὅπλα ἔλαβον καὶ ξυνεπολιόρκουν τὴν ἀκρόπολιν· πρὶν δ’ ἐξελεῖν παρεβοήθησε τὸ στράτευμα τῶν Τούρκων ἐς ἑπτακισχιλίους. καὶ τῷ Λυκούργῳ καὶ τοῖς μετ’ αὐτοῦ ἔκπληξις ἐνέπεσε καὶ ἔδοξεν ἀσφαλέστερον εἶναι ἐς τὰς ναῦς ἐσβάντας ἀποπλεῖν ἢ πρὸς πολλῷ δυνατωτέρους ἀγωνίζεσθαι.

διαφυγόντων οὖν τῶν Σαμίων οἱ μὲν Χῖοι ἀσθενέστεροι ἦσαν ἢ ὥστε ἀμύνεσθαι καὶ ἐς πᾶσαν ἰδέαν φυγῆς ἐχώρουν, τῶν δὲ Τούρκων οἱ ὁπλῖται καὶ ὁ ἄλλος ὄχλος ἐπὶ πολὺν χρόνον διετέλουν τοὺς μὲν ἀποκτείνοντες τοὺς δ’ ἀνδραποδίζοντες τοὺς δὲ ἄλλους ἐλῄζοντο ᾗ ἐβούλοντο· ὅσοι μὲν γὰρ ἐς τὰ μοναστήρια κατέφυγον, κατὰ χιλίους ἀνθρώπους ἢ καὶ πλείους ξυναπέθανον, ἄλλοι δὲ ἐς τὰς οἰκίας κατελθόντες (ἄδειαν γὰρ αὐτοῖς ὑπέσχετο διὰ κηρύκων ὁ στρατηγός) πανοικεσίᾳ ὡς εἰπεῖν ἐφονεύοντο· οὔτε γὰρ ἐφείδοντο οἱ βάρβαροι πρεσβυτέρας οὔτε νεωτέρας ἡλικίας οὔτε τῶν παίδων οὔτε τῶν γυναικῶν, καὶ τοσαῦτα ἠδίκησαν ὅσα οὐκ ἐμνημονέυετο ἄλλοθί που γενέσθαι. ὅμως δὲ τῶν ἀποθανόντων οὐ λυπηροτέρα ἐφαίνετο ἡ ξυμφορὰ ἢ καὶ τῶν περιγενομένων· ἐπὶ γὰρ δουλείᾳ ἐπέμφθησαν πρὸς τὴν ἤπειρον.

27. Mavrocordato goes with an army to Messalonghi, June, 1822.

κατὰ δὲ τοῦτον τὸν χρόνον ἐν ᾧ οἱ Χῖοι οὕτως ἔπραξαν, ὁ Μαυροκορδάτος προστάτης τοῦ κοινοῦ γενόμενος ἐβούλετο ἐς τὰ ἑσπέρια τῆς Ἑλλάδος πλεῖν ἵνα τοῖς τε Σουλιώταις τοῖς ἐν τῇ Κιάφῃ πολιορκουμένοις βοήθειαν παρέχοι καὶ τὰ πράγματα ἐς ἀμείνω κατάστασιν ἀγάγοι· οἱ γὰρ ἐκεῖ Ἕλληνες ἐστασίαζον ἐν ἀλλήλοις καὶ οὐδὲν ἀξιόλογον ἐς τὸν πόλεμον ἐπράσσετο. ἦν δ’ ὁ Μαυροκορδάτος γνώμη τε οὐδενὸς ὕστερος καὶ ἐς τὰ πολιτικὰ ἐμπειρότατος, καὶ προυθυμεῖτο καὶ περὶ τῶν πολεμικῶν δόξαν προσλαβεῖν.

ἐμβιβάσας οὖν ἐς τὰς ναῦς ὁπλίτας ὡς ἑπτακοσίους καὶ τῶν ψιλῶν ἐς χιλίους καὶ τετρακοσίους ἐξέπλευσεν ἐς τὸ Μεσολόγγιον, ξυνέπλει δ’ αὐτῷ καὶ ὁ Φιλελλήνων λόχος· πάντες γὰρ οἱ Φιλέλληνες ξυνηθροίσθησαν ἐς ἕνα λόχον, ἐστρατήγει δ’ αὐτῶν Δανίας τις Ἰταλὸς γένος· ἀφικόμενος δὲ ἐς τὸ Μεσολόγγιον ξυνέπρασσε τοῖς ἐκεῖ ἡγεμόσιν ὅπως τοὺς Σουλιώτας σῴζοι. τῶν δ’ ἡγεμόνων δυνατώτατος ἦν ὁ Γώγος, ὃς ἤδη ἑβδομήκοντα ἔτη γεγονὼς καὶ κλέπτης τὸ πρὶν γενόμενος πιθανώτατος ἦν τοῖς ἐπιχωρίοις. οὗτος οὖν φοβούμενος μὴ ἀσθενεστέραν τὴν δύναμιν οἱ κλέπται ἔχοιεν, εἰ οἱ μετὰ Μαυροκορδάτου τὰ πράγματα καθέξουσι, προδότης ἐγένετο καὶ πάντα ἃ ἐν νῷ εἶχον οἱ Ἕλληνες λάθρᾳ παρήγγελλε τοῖς Τούρκοις. οἱ δὲ στρατόπεδον κατέλαβον ἐν τῇ Ἄρτῃ ὅπως κωλύοιεν τοὺς πολεμίους ἐς τὴν Κιάφαν προβαίνειν· στρατεύσαντες οὖν οἱ Ἕλληνες ἐς τὸ Πέτα (ἀπέχει δὲ τὸ χωρίον τῆς Ἄρτης ὡς εἴκοσι δυοῖν δέοντα στάδια) ἐστρατοπεδεύσαντο καὶ αὐτοί, ἐστρατήγει δ’ αὐτῶν Νορμάννος Ἀγγλικός τις γένος· ἐλείφθη γὰρ ἐπὶ Λακγάδῃ ὁ Μαυροκορδάτος ἐν ἐλάσσονι στρατοπέδῳ.

28. Battle of Peta, and destruction of Philhellenes, 16th July, 1822.

οἱ μὲν οὖν Ἕλληνες, ὡς οὔτε μηχαναὶ ὑπῆρχον αὐτοῖς ὥστε τὴν Ἄρταν πολιορκεῖν οὔτε δυνατοὶ ἦσαν βίᾳ διελθεῖν ἐς τὴν Κιάφαν, πολλὰς ἡμέρας ἡσύχαζον καιρὸν σκοποῦντες· οἱ δὲ Τοῦρκοι ἐν ὀλιγωρίᾳ ἤδη αὐτοὺς ἔχοντες διενοοῦντο προσβολὴν ποιεῖσθαι· ἐξελθόντες οὖν πολλῷ πλήθει (ἦσαν δ’ ὡς ὀκτακισχίλιοι) καὶ ἅμ’ ἕῳ ἀφικόμενοι ἐγγὺς τῆς πόλεως κατέβαινον ἐς τὸ πεδίον, οὐδενὸς κωλύοντος· τὸ γὰρ Πέτα θέσιν ἔχει μεταξὺ δύο λόφων οὐχ ὑψηλῶν ὄντων καὶ περιέχει τοὺς λόφους πεδίον οὐ μέγα.

ἐπειδὴ οὖν ᾐσθάνοντο οἱ Ἕλληνες τοὺς πολεμίους προσχωροῦντας, παρεσκευάζοντο καὶ αὐτοὶ ὡς ἐς μάχην καὶ ἐτάσσοντο ὧδε· ὁ μὲν Φιλελληνικὸς λόχος ἐπὶ τοῦ λόφου τοῦ πρὸ τῆς κώμης ἦν τεταγμένος, ὅπως τῇ πρώτῃ ὁρμῇ τῶν πολεμίων ἀντέχοιεν καὶ τὸ πολὺ τοῦ ἔργου ἐξέλθοιεν, οἱ δὲ ἄλλοι ἐπὶ τῶν κάτοπιν μετεώρων διατεταγμένοι ἦσαν ἵνα κωλύσειαν τοὺς Τούρκους ταύτῃ τὴν ἔφοδον ποιεῖσθαι.

πρῶτον μὲν οὖν οἱ βάρβαροι τοῖς Φιλέλλησι προσβολὴν ἐποιήσαντο, ὥσπερ καὶ προσεδέχοντο, οἱ δὲ ἀνδρείως μαχόμενοι δὶς ἢ τρὶς ἀπεκρούσαντο αὐτοὺς καὶ ἐς φυγὴν ἔτρεπον· ἀλλ’ οὐδὲν ἧσσον ἀκροβολισμοῖς καὶ παντὶ τρόπῳ ἐπεχείρουν οἱ πολέμιοι κρατεῖν τοῦ λόφου. ἔπειτα ὁ Τουρκικὸς στρατηγὸς ἰδὼν τοὺς στρατιώτας ἄλλως πονοῦντας καὶ δείσας μὴ οὐκέτι οὐδὲν πράξειαν ἐξ ἐναντίας προσβάλλοντες, περιέπεμψε πλῆθός τι μέγα τῶν Ἀλβανίων ὅπως τοῖς ἐπὶ τοῦ ὄπισθεν λόφου προσπεσόντες φοβήσειαν καὶ οὕτω κρατήσειαν τῆς πόλεως.

οὗτοι οὖν ἔλαθον ἀναβαίνοντες ἐς τὸν λόφον, ὃν ἔδει τὸν Γῶγον φυλάξαι καὶ διὰ τὴν προδοσίαν αὐτοῦ ἀφύλακτος ἦν, καὶ ἤδη καθύπερθε γενόμενοι ἐπέπεσον τοῖς Ἕλλησι καὶ ἐς φυγὴν ἔτρεπον· οἱ δὲ ἄλλοι ἰδόντες τὴν τροπὴν καὶ αὐτοὶ ἀπέφυγον οἱ μὲν ἐς τὰ ὄρη οἱ δὲ ὡς ἕκαστοι ἐλπίδα εἶχον τῆς σωτηρίας· κρατήσας οὖν τῶν μετεώρων ὁ τῶν Ἀλβανίων στρατηγὸς τοὺς μὲν διέπεμψεν ὅπως τοὺς φεύγοντας διώξειαν, τοὺς δὲ ἐς τὴν κώμην ὅπως κατακαύσειαν τὰς οἰκίας, τοῖς δὲ λοιποῖς πρὸς τοὺς Φιλέλληνας προυχώρησεν.

καὶ τὸ ἔργον ἐνταῦθα χαλεπὸν ἐγένετο τῷ λόχῳ τούτῳ, καὶ ἀμφίβολοι ὄντες καὶ πολλοῖς ὀλίγοι μαχόμενοι ὅμως ἀντεῖχον ἐπὶ πολὺν χρόνον· ἔπειτα μέντοι (οὐ γὰρ πλέον ἢ τεσσαράκοντα ὑπελείφθησαν) ξυγκλῄσαντες δρόμῳ βιάζονται διὰ τῶν πολεμίων καὶ διεσώθησαν ὡς πέντε καὶ εἴκοσι. καὶ ἡ ξυμφορὰ αὕτη οὐδεμιᾶς ἐλάσσων ἐπέπεσεν ἑνί γε λόχῳ τῶν κατὰ τὸν πόλεμον· τῶν δὲ ἄλλων Ἑλλήνων ὅσοι ἔφυγον, οὐ πολλοὶ ἀπέθανον· οὐ γὰρ ἐπὶ πολὺ ἡ δίωξις ἐγένετο, ἀλλὰ μᾶλλον πρὸς τὴν λείαν ἐτράποντο οἱ πολέμιοι.

καὶ μετὰ ταύτην τὴν μάχην ὁ μὲν Μαυροκορδάτος καὶ τῶν στρατιωτῶν ὅσοι ὑπόλοιποι ἦσαν ἀνῆλθον ἐς το Μεσολόγγιον, οἱ δὲ Σουλιῶται οἱ ἐν τῇ Κιάφῃ ἰδόντες ὅτι οὐδεμία βοήθεια ἥξει, τὰς σπονδὰς ἐδέξαντο ἃς προύφερεν ὁ στρατηγὸς τῶν Τούρκων καὶ ἀπεκομίσθησαν ἐς τὴν Κέρκυραν ὑπόσπονδοι.

29. Invasion of the Peloponnese by Dramali, July, 1822.

καὶ κατὰ τὸν αὐτὸν τοῦτον χρόνον κελεύοντος τοῦ Σουλτάνου ὁ Δραμάλης στρατηγὸς ὢν αὐτοκράτωρ μετὰ τρισμυρίων στρατιωτῶν ὧν οἱ πλεῖστοι ἱππῆς ἦσαν, διὰ τῆς Θεσσαλίας ἐστράτευεν ὅπως ἐς τὴν Πελοπόννησον ἐσβαλὼν πᾶσάν τε τὴν γῆν τέμοι καὶ τοῖς ἐπιχωρίοις δουλείαν ἐπιφέροι, καὶ ἀφικόμενος ἐς τὰς Θήβας καὶ τὴν πόλιν ἑλὼν κατέκαυσεν· οἱ γὰρ Ἕλληνες ἐς τὴν Σαλαμίνα κατέφυγον καὶ οὐδὲ τὰς παρόδους ἐφύλασσον τὰς διὰ τῆς Βοιωτίας φερούσας.

ἦν δὲ φρουρά τις Ἑλληνικὴ ἐν τῇ Κορίνθῳ τροφὴν τριῶν μηνῶν ἔχουσα· τοῖς δὲ φρουροῖς, ὡς εἶδον τὴν ἐσβολὴν τῶν πολεμίων, ἔκπληξις ἐπεγένετο μεγίστη δὴ καὶ ἐς φυγὴν ἐτράποντο καίπερ φύσει ἰσχυρᾶς οὔσης τῆς ἀκροπόλεως καὶ εὐφυλάκτου. οὕτως ἐς τὴν Πελοπόννησον ἐσέβαλλον οἱ Τοῦρκοι ἀμαχεί, ἀλλὰ κατὰ σπουδὴν πορευόμενοι πολλὰ τῶν ὑποζυγίων καὶ τῶν ἵππων ἀπέβαλλον καὶ τὰ ἐπιτήδεια βραχέα εἶχον· ὅπερ καὶ μάλιστα ἐν ὑστέρῳ διέφθειρε τὰ πράγματα.

καὶ πρὶν τὸν Δραμάλην ἀφικέσθαι οἱ Τοῦρκοι, οἳ ἐν Ναυπλίῳ τότε ἐπολιορκοῦντο, ἤδη ἐν πολλῇ ἀθυμίᾳ καὶ ἀπονοίᾳ ὄντες ἐς λόγους ἦλθον τοῖς πολιορκοῦσι περὶ σπονδῶν καὶ τῆς παραδόσεως τοῦ τείχους. οἱ δὲ πρόκριτοι τῶν Ἑλλήνων διέτριβον καὶ ἐν ἀλλήλοις ἐστασίαζον ὡς βουλόμενοι ἕκαστος αὐτὸς τὸ πολὺ τῆς ἁρπαγῆς κομίζεσθαι.

ἐπειδὴ οὖν ἠγγέλθη ὅτι τὸ Τουρκικὸν στράτευμα ἐπέρχεται καὶ ὅσον οὐκ ἤδη πάρεστι, τοῖς μὲν ἐν Ναυπλίῳ ῥώμη ἐγένετο, οἱ δὲ Ἕλληνες ἀνέλπιστοι γενόμενοι τῆς εὐτυχίας καὶ ἠθύμουν. ἦν δ’ ἐκκλησία τῶν στρατηγῶν καὶ τῶν προκρίτων καὶ ἄλλοι μὲν ἄλλα ἔλεγον, οἱ δὲ πλείους μᾶλλον τὴν γνώμην εἶχον ἐς τὰς ναῦς αὐτοὶ ἐσβαίνειν καὶ ὅσα χρήματα εἶχον κομίζεσθαι ἐς χωρίον τι ἀσφαλές· ὁ δὲ Ὑψιλάντης τελευταῖος παρελθὼν ἔλεγε τοιάδε.

30. Speech of Hypsilantes.

ἐπειδὴ, ὦ πολῖται, πᾶσι δῆλόν ἐστιν ὅτι οἱ Τοῦρκοι πολλῷ στρατῷ προσχωροῦσι καὶ ὅσον οὐ πάρεισι, δεῖ ἡμᾶς πρὸς τὰ παρόντα εὖ βουλεύεσθαι ὡς τῆς πατρίδος ἐν μεγίστῳ κινδύνῳ οὔσης. ὅσοι μὲν οὖν πείθουσιν ὑμᾶς ἐς τὰς ναῦς ἐσβαίνειν καὶ πρὸς τὰς νήσους ἀποφεύγειν, μαθόντων ὅτι εἰ τὴν Πελοπόννησον οἱ πολέμιοι καταστρέψονται, ἔχονται καὶ αἱ νῆσοι ὥστε τοῖς φυγοῦσιν οὐδεμία σωτηρία ὑπάρξει ἀλλὰ μᾶλλον ἐς φανερὸν ὄλεθρον χωρήσονται. τίνα οὖν ἐλπίδα ἔχοντες ἢ τίνι γνώμῃ μέλλετε ἀποπλεῖν; πῶς γὰρ οὐ βλάβη καὶ ἡμῖν καὶ τοῖς ἄλλοις Πελοποννησίοις τοῦτο γίγνεσθαι; καὶ πῶς οὐ χρὴ καὶ ἐπὶ τὸ ἔσχατον ἀγῶνος ἐλθεῖν μᾶλλον ἤ αἰσχρῶς τὸν κίνδυνον φυγεῖν; νομίσῃ δὲ μηδεὶς ὅτι τὴν ἀσφάλειαν ἕξομεν ὑποχωρήσαντες ἐς τὴν μεσόγειαν· καὶ γὰρ οὔτε τοὺς στρατιώτας οἷοί τ’ ἐσόμεθα ἁθροίζειν οὔτε τὰ ἐπιτήδεια ἱκανῶς λαβεῖν, ἀλλὰ ῥᾳδίως πᾶσαν τὴν Ἑλλάδα καταπολεμήσουσιν οἱ Τοῦρκοι. οὕτως οὖν ἐχόντων τῶν πραγμάτων τάδε βουλεύω· πέμπετε μὲν πρὸς τὸν Κολοκοτρώνην ὅπως ἐν τάχει μετὰ στρατιᾶς πρὸς ἡμᾶς ἔλθῃ, πέμπετε δὲ καὶ ἐς τὴν ἄλλην Πελοπόννησον· καὶ αὐτοὶ τὰς παρόδους φυλάσσωμεν καὶ τοῖς πολεμίοις ἀναχωροῦσιν (ἐν τάχει γὰρ ἡ ἀναχώρησις αὐτοῖς γενήσεται ἀπορίᾳ τῶν ἐπιτηδείων εἰ τὸν σῖτον κατακαύσομεν) προσβάλωμεν μετ’ ἀνδρείας καὶ τόλμης.

καὶ πρὸς τοὺς στρατιώτας ἰδίᾳ τάδε λέγω· εἴ τις οἴεται τοὺς πολεμίους φοβεροὺς εἶναι ὅτι πολλοὺς ἱππέας ἔχοντες ἔρχονται, πάντων μάλιστα πιστευσάτω· ἐνδείᾳ γὰρ τροφῆς οὐ χρήσιμοι ἔσονται οἱ ἵπποι οὐδὲ ἐν γῇ ὀρεινῇ οἷοί τ’ ἔσονται οἱ ἱππῆς βλάπτειν ἡμᾶς πλείω ἢ πάσχειν. τούτων οὖν μνησθέντες μηκέτι διὰ φόβου ἔστε ἀλλὰ σκοπεῖτε ὅτι τὰ πολλὰ πρὸς ὑμῶν ἐστὶ, καὶ προθύμως ἀκολουθήσατε καὶ τολμηρῶς ἐπέλθετε τοῖς πολεμίοις· οὕτω γάρ κάλλιστον δὴ ἔργον ἡμῖν ξυμβήσεται καὶ οὐκ ἀνέλπιστον ἐμοί γε.

31. Dramali at Argos, July, 1822.

τοιαῦτα μὲν ἔλεγεν ὁ Ὑψιλάντης· καὶ τῶν προκρίτων οἱ μὲν πεισθέντες ἐστρατοπεδεύσαντο ἐπὶ τῶν μετεώρων, οἱ δὲ ἄλλοι τὰ σφέτερα αὐτῶν λαβόντες ἔφυγον ἐς τὰς ναῦς. αὐτὸς δὲ ὁ Ὑψιλάντης τοὺς ἑαυτοῦ ἔχων ὡς ἑπτακοσίους ὁπλίτας ἐς τὴν Λάρισσαν (ἔστι δ’ ἡ Λάρισσα ἀκρόπολις τοῦ Ἄργους) ἐσῆλθεν ὅπως οἱ πολέμιοι ἀναγκάζωνται διατρίβειν καὶ μὴ ἐς τὴν μεσόγειαν πορεύωνται· καὶ ἅμα τὸν σῖτον κατέκαυσε τὸν ἐν τῷ πεδίῳ ἵνα μηδὲν οἱ Τοῦρκοι ἐκ τῶν ἀγρῶν κομίζωνται.

τούτων οὖν γενομένων εὐθὺς ὁ Δραμάλης ἐς τὸ πεδίον καταβαίνει οὐδενὸς κωλύοντος, καὶ στρατόπεδον ταύτῃ καταλαβὼν προύπεμψεν ἱππέας τινὰς ἐς πεντακοσίους ὅπως τὰ ἐπιτήδεια ἐσκομίζωσι τοῖς πολιορκουμένοις καὶ τὸ χωρίον περιποιῶνται. πρὶν δ’ αὐτοὺς ἀφικέσθαι, οἱ Ἕλληνες οἳ τὸ χωρίον ἐπολιόρκουν δείσαντες μὴ οἱ πολέμιοι σφᾶς ἐν μέσῳ ἀπολαμβάνωσι, τὸ ἑαυτῶν στρατόπεδον ἀπολιπόντες ἀπέφυγον· ἀμαχεὶ οὖν ἐσῆλθον οἱ Τοῦρκοι ἐς τὴν πόλιν.

ἐν δὲ τούτῳ ὁ Δραμάλης, ἐπειδὴ οὐκ ἐξῆλθον ἐς μάχην οἱ μεθ’ Ὑψιλάντου οὐδὲ οἱ ἐπὶ τῶν λόφων τεταγμένοι, τό τε Ἄργος λείαν ἐποιήσατο καὶ τὴν ἀκρόπολιν ἐπολιόρκει· καὶ οὐ πολὺς χρόνος καὶ ὁ Κολοκοτρώνης ἀφίκετο μετὰ στρατιᾶς ἐκ τῆς μεσογείας καὶ οἱ Ἕλληνες τολμηρότεροι ἑαυτῶν γενόμενοι καὶ δείσαντες ἅμα μὴ ὁ Ὑψιλάντης οὐκέτι οἷός τ’ ᾖ ἀντέχειν (οὐ γὰρ πολλὰ ἦν τὰ ἐπιτήδεια ἐν τῷ τειχίσματι) ἐν σφίσιν αὐτοῖς ἐβουλεύοντο καὶ ἐς τοιόνδε τι ἐτρέποντο· ὑπὸ νύκτα καταβαίνουσιν οἱ ἐκ τῶν μετεώρων ἄλλοι ἄλλοθεν καὶ μετὰ κραυγῆς πολλῆς καὶ βοῆς ἐπέπεσον τοῖς πολεμίοις ὅπως μᾶλλον πρὸς σφᾶς προσέχωσι τὸν νοῦν καὶ τοῖς μεθ’ Ὑψιλάντου ἀσφάλεια γένηται τῆς ἐξόδου· ὅπερ καὶ ἐγένετο. ὁ γὰρ Ύψιλάντης καὶ στρατιῶται ὡς ἑξήκοντα ἐπειδὴ εἶδον τὸν θόρυβον, ἔλαθον ἐξελθόντες· καὶ ὕστερον χρόνῳ κατὰ τὸν αὐτὸν τρόπον ἐσώθησαν καὶ οἱ λοιποί.

32. Retreat of Dramali, August, 1822.

ἡσύχαζον δὲ πολλὰς ἡμέρας ἀμφότεροι οἱ μὲν τὰς παρόδους φυλάσσοντες ὅπως μὴ κατὰ γῆν τὰ ἐπιτήδεια ἐσπεμφθῇ πρὸς τοὺς πολεμίους, οἱ δὲ προσεδέχοντο τὰς ναῦς ἃς ἔδει σφίσι σῖτον κομίζειν. ὁ δὲ Δραμάλης, ἐπειδὴ αἱ νῆες αὐτῷ οὐ παρεγίγνοντο, φοβούμενος μὴ οὐκέτι οἱ Ἕλληνες κρατηθῶσιν ἀλλὰ μᾶλλον αὐτὸς ἀναγκασθῇ ὑποχωρεῖν, ἐν πολλῇ ἀθυμίᾳ ἦν· οἱ δ’ Ἕλληνες τὰ τῶν πολεμίων ἰδόντες ἐν ὅτῳ ἐστὶν ἐθάρσουν καὶ, ὡς ἔμαθον ἐκ τῶν αὐτομόλων ὅτι τῇ αὐτῇ ὁδῷ, ᾗ καὶ ἐς τὸ πεδίον πρῶτον ἐσέβαλον, μέλλουσιν οἱ πολέμιοι ἀναχωρεῖν, ἔπεμψαν τὸν Νικήταν καὶ στρατιώτας οὐκ ὀλίγους οἵτινες ἐνέδραν ποιήσονται καὶ τὰ χαλεπώτατα τῆς παρόδου προκαταλαβόντες φυλάξουσιν· οὗτοι οὖν ἐπὶ τῶν λόφων κατεστρατοπεδεύσαντο ἐγγὺς τῆς ὁδοῦ.

καὶ ἀπορῶν ὁ Δραμάλης ὅτῳ τρόπῳ ἀσφαλεστάτη αὐτῷ γενήσεται ἡ ἀναχώρησις, τέλος διενοήθη δύο μέρη τοῦ στρατεύματος ποιῆσαι καὶ τὸ μὲν προπέμπειν ὅπως προσβολὰς ποιήσωνται καὶ τῆς ὁδοῦ κρατήσειαν, αὐτὸς δὲ τῇ ὑστεραίᾳ μετὰ τῶν ἄλλων στρατιωτῶν καὶ τῶν σκευοφόρων ἔμελλεν ἐπακολουθεῖν.

καὶ ἐπειδὴ καιρὸς ἦν, ἐπορεύοντο τὴν ἐς Κόρινθον φέρουσαν ὁδὸν ὁπλῖται ὡς χίλιοι καὶ ἱππῆς δισχίλιοι· καὶ ἐς τὰ ὄρη ἀναβαίνοντες εὐθὺς ἐς τὴν ἐνέδραν ἐσέπεσον καὶ ὑπὸ τῶν πολεμίων ἑκατέρωθεν τεταγμένων βαλλόμενοι ἀπέθανον πολλοὶ καὶ ἄνθρωποι καὶ ἵπποι, ὥστε πλήρης τῶν σωμάτων ἐν τάχει ἐγένετο ἡ ὁδὸς καὶ οὔτ’ ἦν ὑποχωρεῖν οὔτ’ ἐς τὸ πρόσθεν προβαίνειν· ἐνταῦθα δὲ θόρυβος ἦν πολὺς καὶ ἐκπληκτικὸς καὶ οὐ ῥᾴδιόν ἐστι πυθέσθαι ὅτῳ τρόπῳ ἕκαστα ἐγένετο· τέλος δὲ ὀλίγοι τινὲς ἁθρόοι γενόμενοι ἐβιάζοντο διὰ τῶν Ἑλλήνων καὶ ἐς τὴν Κόρινθον ἐσώθησαν. οἱ δὲ ἄλλοι ὅσοι ὑπόλοιποι ἦσαν, ἀποροῦντες ὅποι τράπωνται καὶ ἐς τὴν ὕλην ἐσεφέροντο (ὑλῶδες γὰρ ἦν τὸ χωρίον) καὶ διωκόμενοι ὑπὸ πολεμίων ἐμπείρων ὄντων τῆς χώρας ή διεφθάρησαν ἢ κατὰ κρημνῶν ῥίπτοντες ἑαυτοὺς ἀπέθανον, μόλις δέ τινες ἐς τὸ ἑαυτῶν στρατόπεδον φυγόντες καὶ διεσώθησαν. καὶ διὰ τὸν ἀριθμὸν τῶν ἐν ταύτῃ τῇ μάχῃ διαφθαρέντων ὁ Νικήτας Τουρκοφάγος έπωνομάσθη.

33. Death of Dramali, December, 1822.

ὁ δὲ Δραμάλης ἰδὼν ὡς εἶχε τὰ πράγματα μίαν ἐπέσχεν ἡμέραν, τῇ δὲ ὑστεραίᾳ διενοήθη τὴν στρατιὰν ἀπάγειν μηκέτι τῇ αὐτῇ ὁδῷ ἣν οἱ ἄλλοι ἐπορεύθησαν ἀλλὰ τοὐναντίον ἢ οἱ πολέμιοι ἐφύλασσον, πρὸς τὴν ἑσπέραν· καὶ τοὺς στρατιώτας, οἵτινες καὶ ἀνέλπιστοι ἦσαν τῆς σωτηρίας, παρεθάρσυνε λέγων ὅτι οὐ δεῖ ἀθυμεῖν· οἵτινες γὰρ τὰ ὅπλα ἔχουσιν, οὗτοι καὶ ἀσφάλειαν ἑαυτοῖς αἰεὶ οἷοί τ’ εἰσὶ παρέχειν. καὶ ὧδε ἔταξε το στράτευμα ὅπως εὐτακτότεροι ὦσι καὶ μὴ θορυβηθῶσι· πρῶτον μὲν ἡγοῦνται οἱ ἱππῆς, ἐφέπονται δὲ οἱ πεζοί, οἱ δὲ σκευοφόροι ὄπισθεν ἐπηκολούθουν.

ἐπειδὴ δὲ ἤδη ἐγγὺς τῶν λόφων ἦλθον, καταλαμβάνουσι τοὺς πολεμίους ἑκατέρωθεν τῆς ὁδοῦ τεταγμένους· καὶ γὰρ οἱ Ἕλληνες πάντα ἔμαθον παρὰ τῶν αὐτομόλων. καὶ πρῶτον μὲν ἐθορυβήθησαν, ἔπειτα οἱ ἱππῆς ἀνδρείως μαχόμενοι ἐβιάσαντο καὶ τὸ πολὺ ἐσώθη· οἱ γὰρ Ἕλληνες οἵτινες μᾶλλον τὴν λείαν λαμβάνειν ἐβούλοντο ἢ μάχεσθαι, οὐκέτι ἐφόδους ἐποιοῦντο τοῖς ἱππεῦσιν οὐδὲ τοῖς ὁπλίταις ἀλλὰ τοῖς σκευοφόροις ἐπιφερόμενοι πάντα τὰ σκεύη καὶ τὰ ὑποζύγια ἁρπαγὴν ἐποιοῦντο. καὶ ὕστερον χρόνῳ ὁ μὲν Δραμάλης νόσῳ ἀπέθανεν ἐν τῇ Κορίνθῳ, τῶν δὲ στρατιωτῶν οἱ πολλοὶ ἐπ’ οἴκου ἀπεχώρησαν, οἱ δέ τινες ἐς τὰς Πάτρας μόλις ἀπεκομίσθησαν. τοιαῦτα μὲν δὴ ἦν τὰ κατὰ τὴν ἐσβολὴν τῆς Πελοποννήσου.

34. Death of M. Botzares, 21st August, 1823.

μετὰ δὲ ταῦτα ἀνελθόντος τοῦ Μαυροκορδάτου ἐς τὴν Πελοπόννησον, ἐξέπεμψαν οἱ ἐν ἀρχαῖς τὸν Μεταξᾶν ἐς τὸ Μεσολόγγιον φοβούμενοι μὴ πολιορκοῖτο τὸ χωρίον ὑπὸ τῶν πολεμίων. ὁ δὲ ἀφικόμενος ἔμαθεν ὅτι πλῆθός τι μέγα τῶν Ἀλβανίων ἤδη προχωρεῖ διὰ τῶν ὀρῶν ἐς τὴν πόλιν. ἀπέστειλεν οὖν τὸν Μάρκον Βοτζάρην μετὰ δισχιλίων Σουλιωτῶν ὅπως τῶν παρόδων φυλακὴν ποιοῖντο. ὁ δὲ Βοτζάρης τοὺς Ἀλβανίους καταλαβὼν ἐγγὺς τῶν λόφων ἐστρατοπεδευμένους διενοήθη νυκτὸς πεῖραν ποιεῖσθαι τοῦ στρατοπέδου· ἐνόμιζε γὰρ ὅτι οὕτως ἂν μάλιστα τοῖς πολεμίοις ἀπροσδοκήτοις οὖσιν ἐπιφέροιντο καὶ θορυβήσειαν. διέταξεν οὖν τινὰς ἐπὶ τῶν λόφων οἳ περιεῖχον τὸ στρατόπεδον ὅπως μὴ λάθοιεν οἱ πολέμιοι ἀπελθόντες, τοῖς δὲ ἄλλοις ἐστρατοπεδεύσατο ἐν χωρίῳ ἐπιτηδείῳ οὐ πολὺ ἀπέχοντι.

καὶ ἐπειδὴ καιρὸς ἐδόκει εἶναι, νυκτὸς ἔτι οὔσης οἱ Σουλιῶται ἐς ἐνακοσίους ἄραντες προυχώρουν καὶ τὸ μὲν δεξιὸν κέρας εἶχεν αὐτὸς ὁ Βοτζάρης, τὸ δὲ ἀριστερὸν εἶχον ὁ Τσαβέλλας καὶ τετρακόσιοι στρατιῶται. καὶ τοὺς φύλακας ἔλαθον ἐπιπεσόντες τῷ στρατοπέδῳ καὶ πολλοὺς κατέκοπτον ἔτι ἐν εὐναῖς ὄντας, καὶ θόρυβος ἐγένετο μέγας καὶ ἐκπληκτικός· οὐ γάρ ἦν ἰδεῖν (σκοτεινὴ γὰρ ἦν ἡ νύξ) τὰ πρόσωπα τῶν μαχομένων οὐδὲ γνωρίζειν τοὺς φίλους (ὁμόφωνοι γὰρ ἦσαν οἱ Σουλιῶται τοῖς Ἀλβανίοις καὶ ὁμόσκευοι), καὶ ἅμα οἱ ἐπὶ τῶν λόφων τεταγμένοι, ὡς τὴν μάχην ᾔσθοντο, πολλῇ βοῇ καὶ κραυγῇ ἄλλοι ἄλλοθεν καταβαίνοντες μείζω παρεῖχον τὴν ταραχὴν ὥστε οὐκ εἶχον οἱ πολέμιοι ὅποι τράποιντο. ὅμως δὲ ὁ Τουρκικός στρατηγὸς μόλις ξυντάξας ὁπλίτας τινὰς ὑπήγαγεν ἐς ὕλην οὐ πολὺ ἀπέχουσαν, ὅθεν βάλλοντες πολλοὺς καὶ τῶν φίλων καὶ τῶν πολεμίων ἀπέκτεινον· ὁ δὲ Βοτζάρης ταῦτα ἰδὼν καὶ ἀνακαλέσας τοὺς ἑαυτοῦ προσβολὴν ἐποιεῖτο τοῖς ἐν τῇ ὕλῃ καὶ ἔτυχε πληγεὶς καὶ πεσόντα ἀπεκομίσαντο οἱ πλησίον.

ἀποθανόντος οὖν τοῦ στρατηγοῦ πάντες οἱ ἐπὶ τῷ δεξιῷ κέρᾳ ἤρξαντο ὑποχωρεῖν, οἱ δὲ ἄλλοι, φοβούμενοι μὴ ὑπὸ τῶν πολεμίων ἀπολαμβάνοιντο, καὶ αὐτοὶ ἀνεχώρησαν. ἐν δὲ ταύτῃ τῇ νυκτομαχίᾳ ἀπέθανον τῶν μὲν Ἑλλήνων ὡς ἑκατὸν, τῶν δὲ Ἀλβανίων ἐς ὀκτακοσίους, καὶ ἔτι πλείους ἐτρώθησαν· καὶ τῶν τετρωμένων, ὡς ἐν χερσὶ πᾶσα ἡ μάχη ἐγένετο, οἱ πλεῖστοι ἐν ὑστέρῳ ἐκ τῶν τραυμάτων ἀπέθανον.

35. Funeral Oration over M. Botzares, August, 1823.

καὶ τῇ ὑστεραίᾳ τοὺς μὲν ἄλλους νεκροὺς αὐτοῦ ἔθαπτον οἱ Σουλιῶται, τὸν δὲ Βοτζάρην καὶ ταξιάρχους τινὰς ὅσοι ἐν τῇ μάχῃ ἀπέθανον ἀπεκόμισαν ἐς τὸ Μεσολόγγιον βουλόμενοι δημοσίᾳ ταφὰς αὐτῶν ποιεῖσθαι ὅτι ἀρετῇ τε καὶ τόλμῃ διαφέροντες ἐφαίνοντο. καὶ ἐπειδὴ ἡ ἐκφορὰ ἐγένετο ὁ Μεταξᾶς παρελθὼν ἔλεγε τοιάδε.

παρελήλυθα τῇδε τῇ ἡμέρᾳ, ὦ πολῖται, ὡς τοὺς μὲν ἐνθάδε κειμένους κατὰ τὸ νόμιμον ἐπαινεσόμενος, ὑμᾶς δὲ ὅσοι πάρεστε ἐκ τούτων τῶν παραδειγμάτων παραμυθησόμενος· ἄξιοι γὰρ ἐπαίνου εἰσὶν οἵτινες ὑπὲρ τῆς πατρίδος ἀγωνιζόμενοι οὐδὲ τῆς ψυχῆς ἐφείσαντο, αἱρούμενοι θάνατον μετ’ ἐλευθερίας μᾶλλον ἢ βίον μετὰ δουλείας. καὶ οὐ δεινὸς τοῖς τοιούτοις ὁ θάνατος, οὐδ’ ἄν τις δικαίως ὀλοφύροιτο τὴν τύχην αὐτῶν· θνητοὶ γὰρ ὄντες δόξαν ἀθάνατον προσειλήφασιν.

καὶ πρὸς ὑμᾶς τοὺς ἔτι ὑπολοίπους τάδε λέγω· οἱ Τοῦρκοι τῇ νίκῃ ἐπαρθέντες μέλλουσι τὴν πόλιν τήνδε πολιορκεῖν καὶ ὅσον οὐ πάρεισιν. μιμούμενοι οὖν τὴν τῶνδε ἀρετὴν παρασκευάζεσθε ὡς ἐς μάχην καὶ τοὺς πολεμίους μετὰ τόλμης ἀμύνασθε· καὶ μὴ ἐκπλαγῆτε ἄγαν ὅτι πλήθει ἐλάσσους ἐσμεν μηδὲ ἡγεῖσθε ὅτι σωτηρία ὑπάρξει ἡμῖν μὴ ἀνδρείοις οὖσιν· καὶ ὅστις ὅμως φοβεῖται τὸ μέλλον, ἀναπειθέσθω καὶ μνησθήτω τῶν ἐν τῷ πολέμῳ παραλόγων καὶ ἐνθυμηθήτω ὅτι ἤδη τινὲς ἐκ δεινοτέρων ἢ τοιῶνδε ἐσώθησαν καὶ ὅτι ὑμεῖς καὶ οἱ ὑμέτεροι πρόγονοι ἐν πολλαῖς μάχαις κεκρατήκατε τῶν βαρβάρων· πιστεύσαντες οὖν τῷ Θεῷ πρὸς ἡμῶν ἔσεσθαι κόσμον καὶ τάξιν περὶ πλείστου ποιεῖσθε· οὕτω γὰρ τὴν μεγίστην τιμὴν αὐτοὶ προσλήψεσθε καὶ τὴν δόξαν τῆς πατρίδος οὐκ ἐλάσσω τοῖς ἐπιγιγνομένοις καταλείψετε.

36. Extract from Memoirs of Count Metaxas, Governor of Messalonghi, September, 1823.

καὶ μετὰ ταῦτα ἔτυχε τριήρης τις Ἀγγλικὴ καταπλέουσα καὶ ὁ ναύκληρος Κλίφορδος ὄνομα ἐν κελητίῳ προπέμψας ἄγγελον ἤρετο εἰ βουλομένῳ μοί ἐστι δέχεσθαι αὐτὸν τῇ πόλει. ἔδοξεν οὖν ἀποκρίνασθαι ὅτι ἄσμενος ἂν δεξαίμην αὐτὸν ὡς φίλων ὄντων τοῖς Ἕλλησι τῶν Ἄγγλων. ἐπειδὴ δὲ πρὸς τοῦτο τὸ ἄγγελμα ὁ ναύκληρος ἀφίκετο ἐς τὴν οἰκίαν μου, διελεγόμεθα ἐν ἡμῖν αὐτοῖς περὶ τῶν Ἑλληνικῶν ἐς οἵαν τελευτὴν μέλλει ἀφικνεῖσθαι καὶ τὰ τειχίσματα ἐσκοποῦμεν καὶ τὴν ἄλλην παρασκευήν. καὶ περὶ ταῦτα ὄντι ἦλθέ μοι ἀγγελία ὅτι οἱ Τοῦρκοι ἤδη καταφαίνοιντο διὰ τοῦ πεδίου πορευόμενοι. εὐθὺς οὖν ἐκέλευσα τοὺς στρατιώτας τὰ ὅπλα λαβόντας ἐς τὰ τείχη ἐλθεῖν· ὁ δὲ Κλίφορδος ἰδὼν ὅτι πολλῷ κόσμῳ καὶ εὐτάκτως πάντα γίγνεται, ἤρετο εἰ οἱ πολῖται ἐλπίζοιεν ὀλίγοι πρὸς πολλοὺς μαχόμενοι καὶ περιγενήσεσθαι. ἐγὼ δὲ (ἐφαίνετο γὰρ ὁ ναύκληρος καὶ πιστὸς ὢν καὶ ἐς τὰ μάλιστα φιλέλλην) ἀπεκρινάμην ὅτι ἐς μὲν τὰ ἄλλα εὐέλπιδες εἶμεν καὶ ἐγὼ καὶ οἱ ἄλλοι πολῖται, τὸν δὲ μόλυβδον οὐχ ἱκανὸν ἔχοντες φοβοίμεθα μὴ οὐ δυνατὸν εἴη ἀντέχειν ἀλλ’ ἀναγκασθεῖμεν ἐκλιπεῖν τὴν πόλιν. σὺ δὲ βουλόμενος ἡμῖν τὸν μόλυβδον παρέχειν (πολλὴν γὰρ εὐπορίαν ἔχεις ἐν τῇ τριήρει), σωτὴρ ἂν γένοιο τῆς πόλεως. ὁ δὲ ἐκπλαγείς ἔλεγεν ὅτι οὐκ ἴδιον ἔχοι τὸν μόλυβδον ἀλλ’ ἀπὸ τοῦ κοινοῦ τῶν Ἄγγλων δεδεγμένον. καὶ ἀπεκρινάμην ὅτι οὐδέν σε κωλύει, ὅσον μόλυβδον ἡμῖν νῦν βούλῃ πορίζειν, τοσοῦτον ἐν ὑστέρῳ ἐκ τῆς Κερκύρας ἀντιλαβεῖν. ὁ δὲ, ἀποκρινάμενος ὅτι βουλεύσοιτο, ἀπεχώρησε. καὶ ἅμα τῇ ἑσπέρᾳ τῆς αὐτῆς ἡμέρας ἀφίκοντο ἐκ τῆς τριήρους ναῦταί τινες εὐπορίαν τοῦ τε οἴνου καὶ τοῦ μολύβδου φέροντες καὶ ἐπιστολὴν ἐν ᾗ ἔγραψεν ὁ ναύκληρος ὅτι πέμπω πρὸς σὲ τοῦ οἴνου καὶ πάντα ξυνενέγκοι ὡς βουλόμεθα. περὶ δὲ τοῦ μολύβδου ἐνεγέγραπτο οὐδέν· οὕτω μὲν δὴ ἐσώθησαν οἱ ἐν τῇ πόλει ὑπ’ ἀνδρὸς ξένου ὄντος καὶ ἀλλοφύλου.

37. Lord Byron goes to Greece, August, 1823.

καὶ τρίτον ἤδη ἔτος πολεμοῦντες καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν οἱ Ἕλληνες παρὰ γνώμην ἀντεῖχον τοῖς πολεμίοις· ὅπερ πρὶν γενέσθαι οὐκ ἄν τις ἐπίστευσεν ἀκούσας· καὶ προυθυμοῦντο πολλοὶ τῶν ἐν τῇ Ἀγγλίᾳ καὶ ἄλλοθί που τῆς Εὐρώπης βοήθειαν αὐτοῖς παρέχειν ὁρῶντες ὅτι τὰ μὲν νικῶντες τὰ δὲ ἡσσώμενοι οὐκ ἀνέλπιστοί εἰσι τὴν ἐλευθερίαν ἀνακτᾶσθαι.

ὁ δὲ Βύρων, ὃς τότε ἔτυχεν ἐν τῇ Γενούῃ διαιτώμενος, οὐ μόνον δι’ ἐπιστολῶν ἔπειθε τοὺς ἄλλους μὴ περιορᾶν τὰ ὑπὸ τῶν Τούρκων γενόμενα, ἀλλὰ δραστήριος ὢν καὶ τολμηρὸς ἤθελε φειδόμενος οὔτε τοῦ σώματος οὔτε τῶν χρημάτων ἄξιόν τι δρᾶν τῆς δόξης ἣ ὑπῆρχεν αὐτῷ ἐν πᾶσιν ἀνθρώποις.

τελευτῶντος οὖν ἤδη τοῦ ἔτους ὁρμᾶται ἐκ τῆς Γενούης καὶ πρῶτον μὲν ἀφικόμενος ἐς τὴν Κεφαλληνίαν ἐσκόπει ὅπως μέγιστα ὠφελήσει τοὺς Ἕλληνας ἐς τὸν πόλεμον· ἦν δὲ ἐν τῇ νήσῳ πλῆθός τι μέγα φυγάδων οἳ ἐν πολλῇ ἀπορίᾳ διῃτῶντο· τούτοις οὖν ὡς κατὰ τὸ δυνατὸν ἰδίᾳ παρεῖχε τὰ ἐπιτήδεια, καὶ ἅμα ἐπιστολὰς ἐς τὴν ἤπειρον διέπεμψε καὶ τοὺς ἐν τέλει ἐνῆγε τά τε ἄλλα ἐς τὸ εὔκοσμον ἀγαγεῖν (ἐστασίαζον γὰρ ἐν ἀλλήλοις οἱ ἡγεμόνες ὥσπερ καὶ πρότερον) καὶ ἃς ἂν ναῦς ἔχωσιν, εὐθὺς ἀποστέλλειν ἐς τὸ Μεσολόγγιον· οἱ γὰρ Τουρκοι ἔτι κατὰ θάλασσαν ἐπολιόρκουν τὸ χωρίον τοῦτο. ἔπειτα διενοήθη καὶ αὐτὸς ἐς τὴν Ἑλλάδα πλεῖν. ἀκούσας οὖν ὅτι αἱ τῶν Τούρκων νῆες ὑπὸ τῶν Ἑλλήνων νικηθεῖσαι ἀπέπλευσαν, ἐξέπλει ὁ Βύρων ἐκ τῆς Κεφαλληνίας καὶ ἐς τὸ Μεσολόγγιον μόλις παρεγίγνετο· τριήρης γὰρ Τουρκικὴ ὅσον οὐκ ἔλαβε τὸ πλοῖον ἐν ᾧ ἔπλει.

38. Death of Byron at Messalonghi, 19th April, 1824.

ἀφικόμενος οὖν κατέλαβε τὴν πόλιν ἐν πλείστῃ ταραχῇ καὶ ἀπορίᾳ πάντων οὖσαν· ἦσαν γὰρ ἐν τῇ πόλει πλέον ἢ τετρακόσιοι Σουλιῶται ὧν πρότερον μὲν ἐστρατήγει ὁ Μάρκος Βοτζάρης, νῦν δὲ ἀποθανόντος τοῦ στρατηγοῦ οὔτε μισθὸν ἔχοντες οὔτε ὅθεν τροφὴν κομιοῦνται ἄτακτοι ἦσαν καὶ ἔστιν ὅτε καὶ ἐτόλμων ὅπλα αἴρειν ὡς μαχούμενοι τοῖς πολίταις. ταῦτα δὲ ἰδὼν ὁ Βύρων προθυμίᾳ πάσῃ ἐχρῆτο καὶ παρακελευσμῷ, καὶ ὑποσχόμενος ἰδίᾳ τὸν μισθὸν αὐτοῖς ποριεῖν, πάντας ἐς ἕνα λόχον ξυνέλεγε καὶ ἐστρατήγει αὐτός· ἐν ὑστέρῳ δὲ διὰ τὴν ἀταξίαν αὐτῶν ἠναγκάσθη διαλύειν τὸν λόχον καὶ ἐς τὴν Μορέαν ἀποπέμπειν.

ἔπρασσε δὲ καὶ μετὰ τοῦ Μαυροκορδάτου ὃς ἔτυχε παρὼν, ὅπως τὸ χωρίον ἀσφαλὲς ποιήσονται· δῆλον γὰρ ἦν ὅτι ἅμ’ ἦρι αὖθις ἐσβαλοῦσιν οἱ πολέμιοι, καὶ εἰ μὴ εὐθὺς τειχιεῖ τις τὴν πόλιν (κατεπεπτώκει γὰρ ἔστιν ᾗ τὰ τειχίσματα), οὐχ ἕξουσιν οἱ πολῖται ὅπως ἀμυνοῦνται. καὶ περὶ ταῦτα ὢν ὁ Βύρων ἐνόσησεν (ἑλῶδες γὰρ ἦν τὸ χωρίον καὶ χαλεπόν) καὶ ἐντὸς ὀλίγων ἡμερῶν ἐτελεύτα τὸν βίον. οὗτος δὴ πλεῖστα εἰς ἀνὴρ ὠφέλησε τοὺς Ἕλληνας καὶ ἐτιμᾶτο ὑπ’ αὐτῶν ὡς οὐδεὶς ἕτερος τῶν καθ’ ἑαυτὸν καὶ ζῶν ἔτι καὶ ἀποθανών· ἔθαπτον γὰρ αὐτὸν ἐν τῷ Μεσολογγίῳ πᾶσι τοῖς νομίμοις, οἷς χρώμενοι τιμῶσι τοὺς ἀρετῇ διαφέροντας, καὶ οὐ μόνον ἐν ταύτῃ τῇ πόλει ἀλλὰ καὶ κατὰ τὴν ἄλλην Ἑλλάδα ἐνόμιζον αὐτὸν σωτῆρα τῆς πατρίδος γεγενῆσθαι.

39. The Greek Loan, Spring, 1824.

περὶ δὲ τὸν χρόνον τοῦτον καὶ ἔτι πρότερον οἵ τε πρόκριτοι καὶ οἱ στρατηγοὶ τῶν Ἑλλήνων ἐβούλοντο δάνεισμα ποιεῖσθαι, ὡς οὐκέτι ὑπαρχόντων αὐτοῖς χρημάτων ἐν τῷ κοινῷ· οἱ μὲν γὰρ πολλοὶ τῶν ἡγεμόνων τὰ ἑαυτῶν μόνον σκοποῦντες οὐκ ἠθέλησαν τὰ ἴδια ἀναλοῦν ἐς τὸν πόλεμον, ὁ δὲ δῆμος ἤδη πενίᾳ ἐπιέζετο καὶ οὐ δυνατὸς ἦν ἱκανὸν φόρον φέρειν. πρέσβεις οὖν ἔπεμψαν οἱ ἐν τέλει καὶ ἐπιστολὴν ἐς τὸ Λονδῖνον δηλοῦντες ὅτι ἀδύνατοί εἰσι τοῖς χρήμασι καὶ ἠξίουν ἅμα τοὺς ἐκεῖ Φιλέλληνας σφίσιν βοήθειαν παρέχειν λέγοντες ὅτι οὐδενὶ ἄλλῳ τρόπῳ οἷοί τ’ ἔσονται παρασκευάζεσθαι ὅσα ἂν δέῃ, οὐδὲ τοῖς Τούρκοις ἔτι ἐναντιοῦσθαι, ἀλλὰ ἀναγκασθήσονται ἢ εἴκειν ἢ ἐκ τῆς πατρίδος ἀποφεύγειν.

ταῦτα οὖν ἀκούσαντες οἱ Ἄγγλοι καὶ προθυμούμενοι ξυνελευθεροῦν τὴν Ἑλλάδα ἀντέπεμψαν πλέον ἢ χίλια τάλαντα· τὸ δὲ ἀργύριον τοῦτο λαβόντες οἱ ἐν ἀρχαῖς εὐθὺς τὸν ὀφειλόμενον μισθὸν τοῖς στρατιώταις καὶ τοῖς ναύταις παρεῖχον καὶ ἄλλους ἐμισθοῦντο ἐπικούρους ἐκ τῆς Ἀλβανίας, ἔτι δὲ τὰς κενὰς ναῦς ἐπισκευάσαντες ἐπλήρουν καὶ τὰ ἄλλα παρεσκευάζοντο ὁποίῳ τρόπῳ ἄριστα ἐφαίνετο αὐτοῖς. ὅμως δὲ τὸ πλεῖστον τοῦ ἀργυρίου ἄλλως ἀνηλοῦτο· οἱ γὰρ στρατηγοὶ καὶ οἱ ταξίαρχοι ὅσα χρήματα ἢ βίᾳ ἡ ἀπάτῃ ἀπὸ τοῦ κοινοῦ λάβοιεν ἐδαπάνων ἐς ἐσθῆτα καὶ ὅπλα πολυτελῆ ὅπως αὐτοὶ θαυμασθεῖεν, καὶ οὐχ ἥκιστα ἐκ τοῦ τοιούτου ἐκάκουν τὴν πατρίδα μάλιστα χρημάτων δεομένην.

40. Ibrahim Pacha subdues Crete and Cassos, June, 1824.

ὁ δὲ Σουλτάνος, ἐπειδὴ πάντα ἀντέστη αὐτῷ, οὐκέτι ἤλπιζε τῇ οἰκείᾳ μόνον δυνάμει νικήσειν τοὺς ἐπαναστάντας ἀλλ’ ἐς ἀπορίαν καταστὰς ἐσκόπει ὅπως ἀγαθόν τινα ξύμμαχον εὕρηται. ἦν δὲ ἐν τῷ τότε Μεχμὲτ‐Ἀλῆς ὕπαρχος τῆς Αἰγύπτου ὃς ἐπὶ πολὺν χρόνον τὰ τῆς χώρας διὰ χειρὸς ἔχων κατέστησεν ἐς τὸ ἐπιτήδειον, ὅθεν καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν δυνατώτατος ἐγένετο τῶν Τουρκικῶν ὑπάρχων.

τοῦτον οὖν ὁ Σουλτάνος στρατηγὸν αὐτοκράτορα καταστήσας ἐκέλευσεν εὐθὺς παρασκευάσασθαι ἐς τὸν πόλεμον καὶ, ὅταν καιρὸς ᾖ, ἀποβάσεις ποιεῖσθαι ἐς τήν τε Κρήτην καὶ τὰς ἄλλας νήσους· ἐνόμιζε γὰρ ὅτι κρατηθεισῶν τῶν νήσων δυνατὸς ἔσται τὴν Πελοπόννησον πέριξ πολιορκεῖν, ὁπόταν βούληται. ὁ δὲ Μεχμὲτ‐Ἀλῆς, ἐπειδὴ ὑπέστη, τάς τε ναῦς ἐπεσκεύαζε καὶ τοὺς στρατιώτας ξυνήγειρε καὶ πολλῇ προθυμίᾳ ἐχρῆτο ἐλπίζων αὐτὸς ὕπαρχος καὶ τῆς Ἑλλάδος γενήσεσθαι, ἐπειδὰν τὴν Πελοπόννησον καταστρέψηται.

καὶ ἐπειδὴ πάντα ἑτοῖμα ἦν, ὁ Ἰβραήμης ὁ υἱὸς τοῦ ὑπάρχου πλήθει μεγάλῳ καὶ νεῶν καὶ ὁπλιτῶν ἀναστὰς κατέπλευσεν ἐς τὴν Κρήτην· καὶ ἀπόβασιν ποιησάμενος ῥᾳδίως τήν τε νῆσον κατεστρέψατο καὶ τοὺς ἐπιχωρίους ἀναστάτους ἐποιεῖτο· ὁπότε γὰρ ἐς χεῖρας ἔλθοιεν οἱ Κρῆτες τοῖς Αἰγυπτίοις, ἐς φυγὴν ἐτρέποντο ὡς οὐκ ἀξιόμαχοι ὄντες. ἐντεῦθεν δὲ ἐκπλεύσας ἀφίκετο ὁ Ἰβραήμης ἐς τὴν Κάσσον· οἱ δὲ Κάσσιοι ἀκούσαντες τὰ περὶ τὴν Κρήτην ἐς πολλὴν ἀθυμίαν κατέστησαν καὶ ἔκπληξιν, ὡς δέον πρὸς πολλῷ δυνατωτέρους περὶ τῶν ἁπάντων ἀγωνίζεσθαι.

ὀλίγον μὲν οὖν τινὰ χρόνον ἀντέστησαν τοῖς πολεμίοις, ἔπειτα μάχῃ κρατηθέντες ἐς φυγὴν κατέστησαν, καὶ οἱ Αἰγύπτιοι τὴν χώραν λείαν ποιησάμενοι τοὺς ἀνθρώπους ἀνέστησαν ἐκ τῆς νήσου.

41. The destruction of Psara, July, 1824.

ἐν δὲ τούτῳ οἱ Ψαριανοὶ αἰσθόμενοι ὅτι αἱ νῆες τῶν Τούρκων μέλλουσι καὶ ἐπὶ σφᾶς πλεύσεσθαι ἐβουλεύοντο πρὸς τὰ παρόντα· καὶ ἔδοξεν αὐτοῖς οὔτε πληροῦν τὰς ναῦς οὔτε κατὰ θάλασσαν μάχεσθαι ἀλλὰ κατὰ χώραν μένειν ἕως ἂν οἱ πολέμιοι πειρῶνται ἀποβαίνειν ἐς τὴν νῆσον· ἐφοβοῦντο γὰρ οἱ ἐν τέλει μὴ οἱ ναῦται αὐτῶν ἐς ἔκπληξιν καταστάντες διὰ τὸ πλῆθος τῶν πολεμίων ἀποπλεύσειαν, ἤλπιζόν τε ἅμα ῥᾳδίως πεζῇ τοὺς ἐναντίους ἀμυνεῖσθαι.

ὁπλίτας οὖν διέστησαν ὅπου ἔμελλον οἱ πολέμιοι ἀποβάσεις ποιεῖσθαι καὶ πολλὰ ἐρύματα κατεστήσαντο καὶ εὐφύλακτα ἐδόκει εἶναι. ἀλλὰ πάντα αὐτοῖς ἐς τὸ ἐναντίον περιέστη· οἱ γὰρ πολέμιοι ὀγδοήκοντα ναυσὶν ἐπίπλουν ποιησάμενοι μίαν μὲν ἡμέραν τοῖς ἐπιχειρήμασιν οὐ κατώρθουν· τῇ δὲ ὑστεραίᾳ ἔλαθόν τινες ἀποβάντες ἐς τὴν γῆν (διὰ γὰρ τὸν καπνὸν τὸν ἀπὸ τῶν μηχανῶν ἄνω χωροῦντα οἱ φύλακες οὐκ ἐδύναντο προορᾶν) καὶ κύκλῳ περιελθόντες καὶ κατὰ νώτου τοῖς νησιώταις ἐπιγενόμενοι διέφθειρον μέχρι οὗ πάντες ἐς φυγὴν καθίσταντο. καὶ ἐνταῦθα ἤδη πᾶσα ἰδέα καθειστήκει τῆς φυγῆς· οἱ γὰρ Ψαριανοὶ οὐκ ἔχοντες πρὸς ὅ τι χρὴ στῆναι, οἱ μὲν ἐς τὸν λιμένα καὶ τὰς ναῦς κατέφυγον, οἱ δὲ ἐς τὴν θάλασσαν ἔρριπτον ἑαυτούς, οἱ δέ τινες ὡς ἑξακόσιοι ἐς μοναστήριόν τι ἐσελθόντες ἠμύνοντο.

ἐπολιόρκησεν οὖν ὁ στρατηγὸς τῶν Τούρκων τὸ μοναστήριον κύκλῳ περιστήσας τοὺς ἑαυτοῦ. καὶ μετὰ δύο ἡμέρας κήρυκα πέμψας λόγους ἐποιεῖτο περὶ σπονδῶν· οὐ γὰρ ἤθελε διατρίβειν ἕως οἱ ἔνδον λιμῷ ἀναγκασθεῖεν εἴκειν. οἱ δὲ οὐκ ἤθελον τὰς σπονδὰς δέχεσθαι, ἀλλὰ (οὐ γὰρ πλέον ἢ διακόσιοι ὑπόλοιποι ἦσαν) οὐκέτι δυνάμενοι ἀντιστῆναι τοῖς πολιορκοῦσι, πῦρ ἐνέβαλον τῇ ἀποθήκῃ ᾗ ἐνῆν εὐπορία τῆς πυρίτιδος, καὶ πάντες ὁμοῦ ἀπέθανον.

42. Civil War in Greece, June to November, 1824.

ἐν δὲ τῷ ἔτει τούτῳ ἐν ᾧ ὁ Βύρων ἀπέθανεν, οὐδεμία μάχη ἐγένετο ἐν τῇ Πελοποννήσῳ· οὐ γὰρ παρῆν τοῖς Τούρκοις πλῆθός τι ὁπλιτικὸν πλὴν ὅσοι ἐν ταῖς Πάτραις ἔτι ἐπολιορκοῦντο, ἀλλὰ ὁ Ἰβραήμης παρεσκευάζετο ὡς ἅμ’ ἦρι ἀρχομένῳ ἐσβαλῶν ἐς τὴν Ἑλλάδα.

οἱ δὲ προεστῶτες τῶν Ἑλλήνων ἐπὶ πολὺν χρόνον ἤδη ἐστασίαζον ἐν σφίσιν αὐτοῖς περὶ τῶν τε ἄλλων καὶ τοῦ ἀργυρίου ὃ ἐκ τῆς Ἀγγλίας παρεδέξαντο, καὶ οὐκέτι ἀδεῶς ἐπεμείγνυντο ἀλλήλοις· ὁ γὰρ Κολοκοτρώνης καὶ ἄλλοι τινὲς τῶν προκρίτων χαλεπῶς φέροντες ὅτι τὰ περὶ τὸ ἀργύριον οὐ καθίστατο ᾗ αὐτοῖς ἐδόκει, κοινῇ ξυνομνύασι καὶ ὅπλα λαβόντες ἀπεδείκνυντο τὴν γνώμην ὅτι οὐ δεῖ ὁμολογίαν ποιεῖσθαι πρὸς τοὺς ἐν τέλει πρὶν τὴν ὑπάρχουσαν δημοκρατίαν καταλύσειαν καὶ ἄλλην βελτίω καταστήσειαν.

ἔτυχον δὲ τότε φρουροῦντες τὴν Τριπολιτσὰν Βουλγάριοι πολλοὶ, οὓς ἐμμίσθους εἶχον οἱ ἐν ἀρχαῖς· καὶ ὁ Πανὸς ὁ υἱὸς τοῦ Κολοκοτρώνου στρατιᾷ ἐλθὼν ἐς τὴν πόλιν ἐπειρᾶτο μεθιστάναι αὐτοὺς καὶ μείζονι μισθῷ προσάγεσθαι. οἱ δὲ οὐχ ὑπήκουον ἀλλὰ ἐπέξοδον ποιησάμενοι ἐπέπεσον τοῖς μετὰ Πανοῦ οἳ ἀνὰ τὸ πεδίον ἐσκεδάννυντο. ἐπειδὴ δὲ ξυνέμειξαν ἀλλήλοις, καρτερὰ ἦν ἡ μάχη καὶ ἐν χερσὶ πᾶσα· καὶ οὐ πρότερον ἐπαύσαντο μαχόμενοι πρὶν ὁ Πανὸς ἀπέθανε καὶ οἱ ἄλλοι ἢ διέφυγον ἢ ἀπώλλυντο. οὕτως οὖν νικήσαντες οἱ Βουλγάριοι ἀνεχώρησαν ἐς τὴν πόλιν.

ὁ δὲ Κολοκοτρώνης, ἐπειδὴ ταῦτα ἠγγέλθη, διὰ τόν τε θάνατον τοῦ υἱοῦ ἀθυμήσας καὶ ὅτι ἐν ἄλλοις τισὶν ἀκροβολισμοῖς οὐ πλέον εἶχον οἱ ξυνομωμοκότες, οὐκέτι διαφέρειν τὴν στάσιν ἐβούλετο, ἀλλ’ ἐς τὸ Ναύπλιον πορευθεὶς ἐνεχείριζεν ἑαυτὸν τοῖς ἐν ἀρχαῖς· καὶ ἐς τὴν Ὕδραν κομισθεὶς ὑπ’ αὐτῶν ἐσέπεσεν ἐς δεσμωτήριον.

ἐν δὲ τῇ στάσει ταύτῃ ἀπώλοντο μὲν τῶν Ἑλλήνων οὐ πολλοὶ, βλάβη δὲ καθίστατο μεγίστη δὴ τοῖς ἐν τοῖς ἀγροῖς διὰ τὸ ἑκατέρους πάντα ἁρπαγὴν ποιεῖσθαι.

43. Ibrahim lands in the Peloponnese, February, 1825.

κατὰ δὲ τὸν χειμῶνα τοῦτον παρεσκευάζετο ὁ Ἰβραήμης ὡς ἅμα τῷ ἐπιόντι θέρει καταστρεψόμενος τὴν Πελοπόννησον· καὶ ἐπειδὴ τὰ τῆς παρασκευῆς αὐτῷ ἑτοιμα ἦν, ἄρας τῇ στρατιᾷ κατέπλευσεν ἐς τὸν λιμένα τῆς Μοθώνης οὐδενὸς ἀντιστάντος· οἱ γὰρ Ἕλληνες διὰ τὴν στάσιν οὔπω ἐπεσκεύασαν τὰς ναῦς· καὶ ἀποβιβάσας τετρακισχιλίους ὁπλίτας (ἦσαν δὲ αὐτῶν οἱ πλεῖστοι Αἰγύπτιοι) καὶ ἱππέας ἐς τριακοσίους ἀπέστειλε μὲν τὰς ναῦς ὅπως καὶ τὴν ἄλλην στρατιὰν διακομίσαιντο, αὐτὸς δὲ προυθυμεῖτο ὡς τάχιστα ἐς χεῖρας ἰέναι τοῖς Ἕλλησι, γιγνώσκων ὅτι τῇ πρώτῃ ἡμέρᾳ μάλιστα πᾶν στράτευμα δεινότατόν ἐστι τοῖς πολεμίοις.

ἰόντες οὖν τὴν πρὸς τὸ Νεόκαστρον φέρουσαν ὁδὸν καὶ ἐγγὺς καταστρατοπεδευσάμενοι ἐπολιόρκουν τὴν πόλιν οἱ Τοῦρκοι· ἐν δὲ τούτῳ ὁ Μαυροκορδάτος ἐκ τῆς μεσογείας ἀφικόμενος μετὰ στρατιωτῶν οὐκ ὀλίγων ἐπειρᾶτο ἀποκλῄειν τοὺς πολεμίους ὥστε μηκέτι δύνασθαι ἐς τὴν Μοθώνην ἐπανελθεῖν. ὁ δὲ Ἰβραήμης βουλόμενος διὰ μάχης ἰέναι αὐτοῖς ἐς τὸ πεδίον κατῄει καὶ ξυνέταξε τοὺς ὁπλίτας· ἀντετάχθησαν δὲ καὶ οἱ Ἕλληνες· καὶ ἐπειδὴ καιρὸς ἦν, ἐπῇσαν μὲν οἱ Αἰγύπτιοι κόσμῳ καὶ τάξει, ἀντεῖχον δὲ πολὺν χρόνον οἱ μετὰ Μαυροκορδάτου, ἔπειτα (ἄπειροι γὰρ ἦσαν οἱ Ἕλληνες τοιαύτης μάχης) ἐτράποντο ἐς φυγὴν καὶ πρὸς τὰ μετέωρα ἀπέφυγον· ἀπέθανον δὲ αὐτῶν ἐς ἑξακοσίους.

καὶ μετὰ ταύτην τὴν νίκην ἔδοξε τῷ Ἰβραήμῃ τὴν Σφακτηρίαν νῆσον καταλαβεῖν, ἐν ᾗ τρία Ἑλληνικὰ τειχίσματα ἦν· ἐνόμιζε γὰρ εἰ ταύτην καθέξει, ῥᾷον τὸ Νεόκαστρον καὶ ναυσὶ καὶ πεζῷ πολιορκήσειν· καὶ κελεύσας τὰς ναῦς (ἤδη γὰρ παρῆσαν ἀπὸ τῆς Αἰγύπτου) περιπλεῖν τὴν νῆσον ὅπως μὴ τὸ Ἑλληνικὸν ναυτικὸν ἐπιβοηθοίη, ἀπεβίβασε μὲν πλῆθός τι ὁπλιτικὸν ἐς τὰ πρὸς ἑσπέραν, ἄλλοι δέ τινες ἐσένεον κατὰ τὸν λιμένα, ὡς οὐ παρὸν ταῖς ναυσὶ ταύτῃ κατᾶραι ἐς χωρίον χαλεπὸν καὶ πετρῶδες· καὶ οἱ ἀποβάντες εὐθὺς τὰ τειχίσματα εἷλον καὶ τῶν φρουρῶν τοὺς μὲν πλείστους ἀπέκτειναν, ὀλίγοι δέ τινες ἐν πλοίῳ ὑποφεύγοντες καὶ ἐσώθησαν· καὶ ὁ Μαυροκορδάτος εἷς αὐτῶν ἦν.

44. The ravaging of the Peloponnese, May to August, 1825.

οὕτω μὲν ἤδη κατὰ κράτος ἐπολιορκεῖτο τὸ Νεόκαστρον καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν· ὁ δὲ Ἰβραήμης ἰδὼν ὅτι ἐν ἀθυμίᾳ εἰσὶν οἱ πολῖται, λόγον προύφερε περὶ σπονδῶν, καὶ ξύμβασιν ἐποιεῖτο πρὸς τοὺς ἔνδον ἐφ’ ᾧτε ἐξίασιν ὑπόσπονδοι καὶ ἀδεῶς ἀπίασιν ὅποι ἂν βούλωνται· ἐξελθόντες οὖν ἀπέπλευσαν νηΐ τινι Γαλλικῇ ἐς τὴν Καλαμάταν.

καὶ εὐθὺς μετὰ ταῦτα ἐς τὴν μεσόγειαν προσῄει ὁ Ἰβραήμης καὶ πᾶσαν τὴν χώραν λείαν ἐποιεῖτο· οἱ δὲ ἐπιχώριοι, εἰ ἐπίοιεν οἱ πολέμιοι, εὐθὺς ἐς τοὺς λόφους κατέφευγον ὡς οὐκ ἀξιόμαχοι ὄντες, καὶ ἐς τὸ ἀνέλπιστον τραπόμενοι οὐκέτι ἐνόμιζον ὅτι πολέμῳ περιγενήσονται ἢν μή τι παρὰ λόγον γένηται. καὶ ἐπειδὴ ἐγγὺς τῆς Τριπολιτσᾶς παρῄει ὁ Ἰβραήμης, τήν τε πόλιν κατέκαυσαν οἱ πολῖται καὶ εἴ τι ἄλλο μὴ ἐδύναντο ἀποκομίζεσθαι, ἤν πως ἀπορίᾳ τῶν ἐπιτηδείων ἀναγκασθῶσιν οἱ πολέμιοι πρὸς τὴν Μοθώνην ἀναχωρεῖν.

ὁ δὲ Κολοκοτρώνης (ἀπολυθεὶς γὰρ ἐκ τοῦ δεσμωτηρίου καὶ ἐστρατήγει) ξυναγείρας στρατιώτας ἐς τρισχιλίους ἐθάρσυνε λέγων ὅτι οὐδὲν πλῆθος Αἰγυπτίων Ἕλλησι φοβερόν ἐστι καὶ τῷ αὐτῷ τρόπῳ ᾧ τὸν Δραμάλην πρὶν ἐκράτησαν, καὶ τοὺς μετ’ Ἰβραήμου νῦν νικήσουσιν. ἀλλ’ ἐς πεῖραν ἐλθόντες μάχης ἐνικήθησαν οἱ Ἕλληνες καὶ ἀπέθανον μὲν αὐτῶν ὡς τετρακόσιοι, αὐτὸς δὲ ὁ Κολοκοτρώνης μόνον οὐκ ἐλήφθη. καὶ ἐπειδὴ πολλὰς μὲν κώμας κατέκαυσε, πολλὴν δὲ λείαν ἔλαβεν, ἐπανεχώρησεν ὁ Ἰβραήμης ἐς τὴν Μοθώνην.

45. Kiutayhé besieges Messalonghi, April, 1825.

καὶ τοῦ αὐτοῦ ἔτους ἅμ’ ἦρι ἀρχομένῳ ὁ Κιουταχῆ στρατηγὸς αὐτοκράτωρ ἐς τὸ Μεσολόγγιον στρατιᾷ πορευθεὶς ἐπολιόρκησε τὸ δεύτερον. ἡ δὲ πόλις αὕτη ἀπέχει τῆς θαλάσσης ὡς τεσσαράκοντα στάδια, ὑπὲρ λίμνης κειμένη, ἣ ἐσβάλλουσα ἐς τὴν θάλασσαν ὅμως οὐ δίδωσιν ἔσπλουν εἰ μὴ πλοίοις μικροῖς. καὶ οἱ Μεσολογγῖται, ἕως ἔτι ὁ Βύρων ἔζη, ἐκράτυναν τὰ τείχη καὶ τὰ ἄλλα ἐς τὸ ἄμεινον κατέστησαν· καὶ εἰ μὴ ταῦτα ἐγένετο, ἠναγκάσθησαν ἂν παραδιδόναι σφᾶς αὐτοὺς καὶ τὴν πόλιν τοῖς πολεμίοις. ὁ γὰρ Κιουταχῆ ἀφικόμενος εὐθὺς προσβολὰς ἐποιεῖτο καὶ παντὶ τρόπῳ ἐπειρᾶτο ἑλεῖν τὸ χωρίον· οὐ μέντοι προυχώρησέ γε· οἱ γὰρ ἔνδον, ὁπότε οἱ πολέμιοι προσβάλλοιεν, οὐκ ἐνεδίδοσαν ἀλλὰ ἠμύνοντο προθυμίᾳ πάσῃ χρώμενοι καὶ τόλμῃ, ἐπεξόδους τε καὶ αὐτοὶ ἐποιήσαντο καὶ τοὺς Τούρκους πολλὰ ἔβλαπτον.

ἰδὼν δὲ ὁ Κιουταχῆ ὡς εἶχε τὰ πράγματα, τοιόνδε τι ἐπενόησεν εἴ πως ἄνευ δαπάνης καὶ πολιορκίας τὴν πόλιν προσαγάγοιτο· ἐκέλευσε γὰρ τοὺς στρατιώτας χῶμά τι μέγα ποιεῖσθαι λίθους τε καὶ ξύλα καὶ εἴ τι ἄλλο ὠφέλιμον ἦν ἐπιβάλλοντας· οὕτω γὰρ ἐνόμιζε δύνασθαι ἂν βίᾳ ἐσελθεῖν. οἱ δὲ Ἕλληνες ἐπειδὴ ὑψηλὸς ἤδη ἐγένετο ὁ χοῦς καὶ οὐδεμίαν ἔτι ἐλπίδα εἶχον ὡς ἂν περιγένοιντο, εἰ μὴ κρατήσειαν αὐτοῦ, αἰφνιδίως ἐπεξιόντες ἐπέπεσον τοῖς πολεμίοις ἀπροσδοκήτοις τε οὖσι καὶ πρὸς τὸ ἔργον μᾶλλον τὴν γνώμην προσέχουσιν. καὶ ἐς χεῖρας ἐλθόντες ἔτρεψαν αὐτοὺς οἱ Ἕλληνες· οὕτω δὴ κρατήσαντες τοῦ χώματος καὶ κατέβαλον· καὶ ὑπὸ τὸν αὐτὸν χρόνον τοῦτον νῆές τινες ἀφίκοντο τοῦ Μιαύλου στρατηγοῦντος καὶ μάχῃ νικήσαντες τὰς Τουρκικὰς ναῦς ἐσεκόμισαν τὰ ἐπιτήδεια ἐς τὴν πόλιν.

46. Arrival of Ibrahim, December, 1825, and fall of Messalonghi, April, 1826.

οὕτω μὲν δὴ καλῶς ἔπραξαν οἱ Ἕλληνες· ὁ δὲ Κιουταχή καίπερ νόσῳ πιεζομένων τῶν στρατιωτῶν (ἐν χωρίῳ γὰρ ἑλώδει ἐστρατοπεδεύοντο) οὐδὲν ἧσσον κατὰ χώραν ἔμενε καὶ ἐκ τῶν δυνατῶν ἐπολιόρκει ἔτι τὴν πόλιν· καὶ γὰρ ἔδοξεν αὐτῷ περιμένειν ἕως ἄν τις ὠφελία ἐκ τῆς Πελοποννήσου παραγένηται· καὶ ἅμα τῷ φθινοπώρῳ ἀφίκετο αὐτὸς ὁ Ἰβραήμης πεζῇ πορευθεὶς μετὰ στρατιωτῶν τετρακισχιλίων καὶ ἅμα νῆες οὐκ ὀλίγαι ἐκ τῆς Ἀλεξανδρείας ἐκπλεύσασαι παρεγίγνοντο.

καὶ ἤδη πᾶσι φανερὸν ἦν ὅτι οὐκέτι οἷός τ’ ἔσται ὁ Μιαύλης σιτία ἐσκομίζειν οὐδὲ οἱ πολῖται ὀλίγοι πρὸς πολλοὺς ἀγωνιζόμενοι δυνήσονται ἀντέχειν τοῖς ἔξω· καὶ γὰρ καθ’ ἡμέραν ἑκάστην προϊοῦσαν ἐπεδίδου ἡ ἀπορία τῶν πάντων, καὶ ἅμα ἀπέθανον ἢ νόσῳ ἢ τραύμασιν ἢ καὶ λιμῷ πλέον, ἢ πεντακόσιοι καὶ χίλιοι τῶν πολιτῶν. ὅμως δὲ οὐδεὶς ἤθελεν ἐνδοῦναι οὐδὲ δέχεσθαι τὰς σπονδὰς ἃς ἐδίδου ὁ Ἰβραήμης. καὶ ἐπειδὴ οὐκέτι εἶχον σῖτον οἱ στρατηγοὶ ὥστε διδόναι τοῖς πολίταις καὶ λιμῷ ἔμελλον ἀποθνῄσκειν, γνώμην ἐποιήσαντο ὅτι δεῖ ξύμπαντας τούς τε ἀνθρώπους καὶ τὰς γυναῖκας καὶ τοὺς παῖδας, ὅσοι ἐν τῇ πόλει ὑπόλοιποι ἦσαν, ὑπὸ τῶν πολεμίων μαχομένους διαφθαρῆναι μᾶλλον ἢ σφᾶς αὐτοὺς παραδοῦναι.

καὶ ἐπειδὴ καιρὸς ἐδόκει εἶναι, οἱ Μεσολογγῖται, πλὴν εἴ τινες ἢ τραύμασιν ἢ καὶ νόσῳ ἀσθενέστεροι ἦσαν ἢ ὥστε τὰς οἰκίας λείπειν, ὑπὸ νύκτα πρὸς ταῖς πύλαις ἦσαν τεταγμένοι οἱ πάντες· ὧν αἱ μὲν γυναῖκες τήν τε ἐσθῆτα καὶ τὰ ὅπλα ὁμοῖα εἶχον τοῖς ἀνθρώποις, ἔδοσαν δὲ ξιφίδια καὶ τοῖς παισίν. ἡγοῦντο δὲ τῆς ὁδοῦ ὁπλῖται ἐς δισχιλίους καὶ τὴν τάφρον διαβαίνουσιν ὑπὸ τῶν πολεμίων βαλλόμενοι. καὶ μετὰ πολλῆς προθυμίας ἐπιφερόμενοι τοῖς Τούρκοις ἐβιάσαντο οἱ ἔμπροσθεν· ἔπειτα δὲ οἱ ἔτι ἐπὶ τῶν γεφυρῶν ὄντες κραυγῇ τινὶ τῶν θορυβουμένων ἀπατηθέντες ᾤοντο δεῖν ἀναχωρεῖν, καὶ μετὰ τῶν τὰ ὄπισθεν φυλασσόντων ἀνεκομίσθησαν ἐς τὴν πόλιν· ἐσῆλθον δὲ ἅμα οἱ Τοῦρκοι καὶ κατέστη ἐν ταῖς ὁδοῖς πᾶσα ἰδέα ὀλέθρου· ἐφόνευον γὰρ ὅσοις ἐντύχοιεν καὶ ἐς τὰς οἰκίας ἐσελθόντες ἀπέκτεινον καὶ τοὺς νοσοῦντας. καὶ ἐλήφθησαν μὲν ὀλίγοι δὴ τῶν ἐν τῇ πόλει, καὶ τούτων οἱ πλεῖστοι ἢ παῖδες ἢ γυναῖκες ἦσαν, ἀπέθανον δὲ οὐκ ἔλασσον ἢ τρισχίλιοι.

οἱ δὲ ἤδη τὴν τάφρον διαβάντες, ὡς οὐδὲν ἠπίσταντο τῶν γιγνομένων, προύβαινον εἴ πως τῆς ἀσφαλείας ἀντιλάβοιντο· καὶ διάφευξις ἂν ἐγένετο αὐτοῖς, εἰ μὴ αὐτόμολός τις καταπρούδωκεν αὐτούς· οἱ δὲ Τοῦρκοι ἐπιστάμενοι τὴν ὁδὸν δι’ ἧς ἔμελλον πορεύεσθαι, ἐνέδρας ἤδη ἐποιήσαντο καὶ ἐφύλασσον. πᾶσαν οὖν τὴν νύκτα ταύτην πανταχόθεν τοῖς φεύγουσιν οἱ πολέμιοι προσέβαλλον, καὶ ἐπειδὴ ἡ ἡμέρα ἐγένετο καὶ μόλις ἐς τοὺς λόφους ἀφίκοντο οἱ ὑποφυγόντες, οὐ πλέον ἢ πεντακόσιοι καὶ χίλιοι ὑπόλοιποι ἦσαν.

47. Interference of the Great Powers, July, 1827.

καὶ περὶ τοὺς αὐτοὺς χρόνους τούτους ξυνέβησαν πρὸς ἀλλήλους οἵ τε Ἄγγλοι καὶ οἱ Γάλλοι καὶ οἱ Ῥώσσοι· καὶ ξύμμαχοι γενόμενοι γνώμην ἐποιήσαντο ὅτι δεῖ ἢ βίᾳ ἢ ξυμβάσει διαλλάξαι τοὺς Τούρκους τοῖς Ἕλλησιν, ὡς οὐ προσῆκον ἔθνος τι Χριστιανικὸν πανωλεθρίᾳ διαφθαρῆναι. κοινῇ οὖν πρέσβεις πέμψαντες ἐς σπονδὰς προυκαλοῦντο ἑκατέρους ὥστε τὸν πόλεμον διαλύειν καὶ τὰ ἀμφισβητούμενα ταῖς Μεγάλαις Δυνάμεσιν ἐπιτρέπειν, τοὺς δὲ μὴ δεχομένους προσαναγκάσειν.

οἱ μὲν οὖν Ἕλληνες, ἐπειδὴ οἱ πρέσβεις ἀφίκοντο, ἄσμενοι ἐδέξαντο τὰς σπονδὰς, ὡς οὐδεμίαν ἄλλην ἐλπίδα ἔχοντες τῆς σωτηρίας· ὁ δὲ Σουλτάνος οὐ μόνον οὐχ ὑπήκουεν, ἀλλὰ καὶ εὐθὺς ἀγγέλους ἔπεμψε πρὸς τὸν Ἰβραήμην κελεύων πάσῃ σπουδῇ καὶ προθυμίᾳ διαφέρειν τὸν πόλεμον.

αὖθις οὖν ἐκ τοῦ Νεοκάστρου ὁρμηθεὶς ὁ Ἰβραήμης ἐς τὴν μεσόγειαν ἐπορεύετο καὶ πᾶσαν τὴν χώραν λείαν ἐποιεῖτο. καὶ χαλεπὴ δὴ ἦν ἡ ἐσβολὴ ἥδε καὶ κρείσσων λόγου· οἱ γὰρ στρατιῶται τὰς κώμας πάσας ἔκαυσαν καὶ τὰ δένδρα κατέκοψαν, καὶ οὐ μόνον τοὺς ἀνθρώπους ὅσοι ἑάλωσαν ἀπέκτεινον, ἀλλὰ καὶ τὰς γυναῖκας καὶ τοὺς παῖδας ἐφόνευον, καὶ προσέτι τὰ ὑποζύγια διέφθειρον καὶ ὅσα ἄλλα ἔμψυχα ἴδοιεν.

48. The battle of Navarino, 20th October, 1827.

οἱ δὲ ναύαρχοι τῆς τε Ἀγγλίας καὶ τῆς Γαλλίας καὶ τῆς Ῥωσσίας, ἐπειδὴ ταῦτα ἔγνωσαν, διενοήθησαν καταπλεῖν ἐς τὸ Νεόκαστρον οὗπερ ξυνέβη τὸ Τουρκικὸν ναυτικὸν ὁρμεῖν, καὶ μὴ περιορᾶν τὰ γιγνόμενα. ἀφικόμενοι δὲ εὐθὺς κήρυκα ἔπεμψαν ἀξιοῦντες τὸν Ἰβραήμην παύεσθαι τοῦ πολέμου καὶ μετὰ παντὸς τοῦ στρατεύματος ἀποπλεῖν ἐπὶ τῆς Αἰγύπτου· καὶ πρὸς τοῦτο τὸ ἄγγελμα ἀπεκρίναντο οἱ ἐπὶ τῆς γῆς ὅτι ὁ Ἰβραήμης οὐ πάρεστιν οὐδὲ οἷόν τ’ ἐστὶν αὐτῷ ἀγγέλλειν ἃ οἱ ναύαρχοι ἐκέλευσαν.

καὶ ταῦτα ἀκούσαντες οἱ ξύμμαχοι ἐσέπλεον ἐς τὸν λιμένα ὡς ἐπίδειξιν ποιησόμενοι τῆς δυνάμεως· καὶ ἔτι ἐν ἀδήλῳ ἐστὶν ὁπότεροι ἦρξαν τῆς ναυμαχίας, ἀλλ’ οὐ πολὺς χρόνος καὶ παντὶ τῷ ναυτικῷ προσέμειξαν ἑκάτεροι· καὶ κατὰ τὸν λιμένα περιγραπτόν γε ὄντα ἐς χεῖρας ἐλθόντες ἐναυμάχουν οὐκ ὀλίγον μέρος τῆς ἡμέρας· ἐκ δὲ γῆς οἱ ὁπλῖται τῶν Τούρκων (ἦσαν δ’ αὐτῶν δισμύριοι ἐπὶ τῶν λόφων οἳ περιέχουσι τὸν λιμένα) καθεώρων τὸν ἀγῶνα τῶν μαχομένων οἷς οὐδενὶ τρόπῳ ἦν ἐπιβοηθεῖν. ἀλλ’ οὔποτε ἐν ἀφανεῖ ἦν ὁποτέρων ἔσται ἡ νίκη· οὐ γὰρ μέγα ἔργον ἦν τοῖς ξυμμάχοις κρατῆσαι τῶν Τούρκων ἐν θορύβῳ ὄντων καὶ ἀτάκτων. καὶ πρὶν νύκτα ἐπιγενέσθαι πολλαὶ μὲν τῶν νεῶν αὐτοῖς κατέδυσαν πολλαὶ δὲ ἄπλοι ἐγένοντο, καὶ οὕτω λαμπρῶς ἐνίκησαν οἱ ξύμμαχοι ὥστε οὐδεμία ναῦς χρησίμη γε οὖσα ὑπόλοιπος ἔτι ἦν τοῖς πολεμίοις. τῷ δὲ Ἰβραήμῃ ἐκ τῆς μεσογείας τῇ ὑστεραίᾳ ἀναχωρήσαντι ἦν ἰδεῖν τά τε ναυάγια καὶ τοὺς νεκροὺς σποράδην κατὰ τὸν λιμένα καταφερόμενα. ἀπέθανον γὰρ τῶν ναυτῶν ὡς τετρακισχίλιοι καὶ διέφθαρτο πᾶν τὸ ναυτικὸν ᾧ διενοήθη τὰς νήσους καταστρέφεσθαι. καὶ τὰ κατὰ τὴν ναυμαχίαν οὕτω ξυνέβη.

ἐμοὶ μὲν δὴ μέχρι τούτου γραφέσθω, τὰ δὲ μετὰ ταῦτα ἴσως ἄλλῳ μελήσει.